Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.30, ed. Kühn, 1828, vol. 15, p. 686-689. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.30


9. Ἔστι δ᾿ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι
10. γίνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ
11. παλινδρομέειν ποιέει· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ
12. ἀκρωτήρια ψύχει. ταύτην καὶ οἶδα μούνην βλάβην τὴν δι᾿
13. ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς.

15. Τὸ ξυσθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐστιν ἐνίοτε κατὰ
16. τὰς ὀξείας νόσους· ἕλκωσις γάρ τις ἐπιπολῆς ἐστιν ἡ ξυσματώδης
17. διάθεσις. οὖσα δὲ τοιαύτη λυπεῖται πρὸς ἁπάντων
1. τῶν διεξερχομένων καὶ μάλιστα τῶν ἐχόντων τινὰ δῆξιν·
2. λυπηθὲν δὲ τὸ ἔντερον, εἰ μὴ παραχρῆμα τὴν ἔκκρισιν
3. τῶν δακνόντων ποιήσαιτο, πρὸς τὴν ἄνω χώραν ἀναπέμπει
4. τὰ διεξερχόμενα. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ταῖς τούτου
5. φύσαις ἄνω συμβαίνει παλινδρομεῖν. φυσικὴν γὰρ ἐνέργειαν
6. ἔχει τὰ ἔντερα τὴν περισταλτικὴν, ὡς ἐν τοῖς περὶ
7. τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται· ταχύτητος δ᾿
8. ἔργον ἐστὶν ἀπωθεῖσθαι τὰ περιεχόμενα πρὸς τῶν μερῶν
9. ἐκείνων ἐν οἶς περιέχεται. ὅταν μὲν οὖν ἄνωθεν ἡ κίνησις
10. ἄρξηται, κάτω τὴν ἔκκρισιν ἴσχει τὰ περιεχόμενα· κάτωθεν
11. δὲ ἀρξαμένης αὐτῆς ἄνω φέρεται. καὶ τοῦτό γε σαφῶς
12. φαίνεται κᾀν τῷ κατὰ φύσιν ἔχειν συμβαῖνον, ὅταν ὑπιούσης
13. ἀθρόως ποτὲ χολῆς εἰς τὰ κάτω τῶν ἐντέρων ἐπίσχωμεν
14. τὴν ἔκκρισιν ἢ τῷ παρεῖναι τοιαύτην πρᾶξιν, ἣν μὴ
15. διακόπτειν δυνατόν ἐστιν, ἢ τῷ μὴ παρεῖναι πλησίον ἀπόπατον·
16. ἐν γὰρ τοῖς τοιούτοις καιροῖς ἀνατρεχούσης αἰσθανόμεθα
17. τῆς χολῆς οὕτως ὡς μηκέτι ἐκκριθῆναι. τινὲς μὲν
1. οὖν ἐπὶ τῇ τοιαύτῃ τῆς χολῆς ἀναδρομῇ τὸν στόμαχον ἴσχουσι
2. κακῶς· ἔνιοι δὲ συμπληροῦνταί τε καὶ δακνωδῶς
3. ἀλγοῦσι τὴν κεφαλὴν, ἔνιοι δὲ ἀμφότερα πάσχουσιν.
4. οὕτως οὖν ἡ καὶ ξυσματώδης ἐν τοῖς ἐντέροις διάθεσις ἐνίοτε
5. μὲν τὴν ἔκκρισιν εἰς τὸ κάτωθεν ἐργάζεται ταχέως, οὐχ
6. ὑπομένουσα τὴν τῶν πασχόντων ἀνίαν, ἐνίοτε δὲ κάτωθεν
7. πρὸς τὴν ἄνωθεν χώραν, ὅταν μὴ παραχρῆμα τὸ διεξερχόμενον
8. ἐκπέσῃ διὰ τῆς ἔδρας, ἀλλ᾿ ὁ κατ᾿ αὐτὴν μῦς ὁ κυκλοτερῶς
9. συσταλεὶς καὶ σφίγξας τὸ πέρας τοῦ ἀπευθυσμένου,
10. τὴν ἀρχὴν τῆς περισταλτικῆς κινήσεως ἐκ τῶν κάτω
11. μερῶν ἄνω ποιήσηται. διὰ τοῦτο μὲν οὖν οὐ φῦσα μόνον,
12. ἀλλὰ καὶ περίττωμα κατὰ τὰς τοιαύτας διαθέσεις παλινδρομεῖ.
13. συμβαίνει δὲ καὶ τὴν δύναμιν βλάπτεσθαι διὰ τὴν
14. ἑπομένην δῆξιν ἐν τῇ διόδῳ· τὰ γὰρ ξυόμενα, κᾂν βραχυτάτην
15. ἴσχῃ τὸ διεξερχόμενον δῆξιν, ἀνιᾶται σφοδρῶς· ἴσμεν
16. δὲ ὅτι πᾶν ἄλγημα καταλυτικόν ἐστι δυνάμεως καὶ διὰ τοῦτο
17. καὶ τῶν ἀκρωτηρίων ψυκτικόν. ταύτην καὶ οἶδα μούνην
18. βλάβην τὴν δι᾿ ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς.
1. ἐδίδαξεν ὁ λόγος ὀλίγον ἔμπροσθεν ἁπάσας τὰς ἐκ
2. μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως
3. κεκραμένον ὀξύμελι· μόνον οὖν ὅταν βλάπτῃ τοῦτο,
4. βλάπτει τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτό ποτε τοῖς
5. ἀσθενεστέραν ἔχουσι φύσιν καὶ παθεῖν ἐπιτήδειον τὸ
6. ἔντερον.

Cliquer un n° de page pour en afficher l’image