9. Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος
10. ἐπιτήδειον πίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πολὺ μετὰ
11. ῥοφήματος ᾖ, οὐδὲν κωλύει πίνειν.
13. Τὴν δύναμιν ἣν ἔχει διελθὼν, ἐπὶ τὸν τοῦ καιροῦ λόγον,
14. ἐν ᾧ μάλιστ᾿ ἄν τις αὐτὸ προσφέροιτο, νῦν ἀφίκετο,
15. πότε μάλιστ᾿ ἄν τις ὀξυμέλιτι χρῷτο τῶν ἐπὶ ῥοφήμασι διαιτωμένων·
16. ἐφεξῆς δ᾿ εἰ καὶ μὴ ῥοφήμασιν, ἀλλ᾿ ἐπὶ τῷ ποτῷ
17. μόνον διαιτώμενός τις εἴη καὶ τὸν ἐπ᾿ ἐκείνοις καιρὸν
1. διδάσκει. φησὶν οὖν ἐπὶ τῶν ῥοφήματι χρωμένων ἐκεῖνον
2. μόνον φυλάττεσθαι δεῖν τὸν καιρὸν, ἐν ᾦ ῥόφημα δεῖ προσφέρεσθαι.
3. πτισάνης δὲ δηλονότι χυλός ἐστι ῥόφημα χά
4. ριν τοῦ θρέψαι τὸ σῶμα καὶ τὴν δύναμιν ῥῶσαι
5. λαμβανόμενος· ἔστι δὲ ἐς ταῦτα καλὸς, εἰ μόνος ἐν τῇ γαστρὶ
6. περιέχοιτο κατὰ τὸν τῆς θρέψεως καιρόν· ἔμαθες γὰρ
7. ἔμπροσθεν ὡς ἡ ποικιλία τῶν προσφερομένων, καὶ μάλισθ᾿
8. ὅταν ἀνόμοια ταῖς δυνάμεσιν εἴη, ταραχὴν ἐργάζεται κατὰ
9. τὴν γαστέρα. καὶ διὰ τοῦτ᾿ οὖν ἄχρι πεφθῆναι τὸν χυλὸν,
10. οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντος δὲ ἔξεστι καὶ διὰ τῆς
11. νυκτὸς λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν πρὸ τοῦ
12. ῥοφήματος· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματος καὶ
13. τοῦ ὀξυμέλιτος, ὥστε εἰς κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ
14. προδιασμήχεσθαι τὴν γαστέρα, τὸν χυλὸν τῆς πτισάνης
15. ἐμπεσεῖν.