18. Τοῖσι δὲ ποτῷ μούνῳ διαιτωμένοισιν ἄνευ ῥοφημάτων,
19. διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν ἀεὶ καὶ διὰ παντὸς
1. χρέεσθαι τούτῳ· μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν
2. τοῦ ἐντέρου. ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἂν ἐμποιέῃ καὶ
3. ταῦτα, κενεαγγείης παρεούσης· ἔπειτα δὲ καὶ τὸ μελίκρητον
4. τῆς ἰσχύος ἀφαιρέοιτο ἄν.
6. Τοῖς ἐπὶ πόματος μόνου διαιτωμένοις ἄνευ πτισάνης
7. οὐκ ἐπιτήδειόν ἐστι τὸ ὀξύμελι δι᾿ ὅλης τῆς νόσου πινόμενον,
8. ὅτι τε σφοδρότερον ξύει τὸ ἔντερον γυμνὸν ὄν· ἐπαλείφεται
9. γὰρ πως ὑπὸ τῆς πτισάνης, ὅταν ἐκείνης ῥοφήσουσι· καὶ
10. ὅταν τῆς ἐκ μελικράτου ὠφελείας οὐδ᾿ ὅλως μεταλάβῃ τὸ
11. σῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου λόγῳ τὴν γινομένην
12. ἐξ αὐτοῦ τοῖς σώμασιν ὠφέλειαν.