15. Ἢν. μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον,
16. πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν,
17. ὅσον μοῦνον γινώσκεσθαι. οὕτω γὰρ ἂν καὶ ἃ φιλέει
1. βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν,
2. προσωφελοίη ἄν.
4. Ὅταν διψώδεις μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ
5. γλίσχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονος
6. ἢ λίαν παχέα, τηνικαῦτα μόνου τοῦ ὀξυμέλιτός ἐστιν ἡ
7. χρεία, μεμνημένων ἡμῶν ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ
8. μόνῳ χρωμένων ἄνευ ῥοφήματος. ἐὰν οὖν, ὡς ἔφην,
9. ὀξυμέλιτος ᾖ χρεία, παραχέειν αὐτῷ τοῦ ὄξους ὀλίγον τῷ μελικράτῳ
10. προσήκει, χάριν τοῦ καὶ χρείας ἀπολαύειν τοῦ
11. ὄξους, καὶ φεύγειν τὴν ἔξ αὐτοῦ βλάβην. συνεψεῖν δὲ δηλονότι
12. προσήκει μιγνύμενον τῷ μελικράτῳ τὸ ὄξος· ἀσθενέστερον
13. γὰρ οὕτως εἰς τὸ βλάπτειν γίνεται.