16. Ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι
17. μᾶλλον ἢ μελαγχολικοῖσι συμφέρουσι. τὰ μὲν γὰρ
18. πικρὰ διαλύεται καὶ φλεγματοῦται, μετεωριζόμενα ὑπ᾿ αὐτέου·
1. τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται·
2. ἀναγωγὸν γὰρ μελάνων ὄξος.
4. Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν
5. γεννώσας χυμὸν, ὅσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον
6. εἶναί φησι τὸ ὄξος ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς·
7. διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι
8. συμβέβηκεν, ὅταν γ᾿ ἤδη κατάκορος ᾖ παρὰ φύσιν ἔχοντος
9. τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλεῖον μέν ἐστι τῆς
10. εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ᾿
11. ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ ὅπως ὠφελεῖ
12. τὸ ὄξος τοὺς πικροχόλους, ἐπικρατουμένους ἐν τῇ κράσει
13. τῷ θερμῷ, ψυχρὸν ὑπάρχον αὐτό.