Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.35, ed. Kühn, 1828, vol. 15, p. 693-695. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.35


16. Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτατον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς
17. γάρ ἐστιν.

1. Ὅτι μὲν τὸ ὄξος τὰ νεῦρα βλάπτειν πέφυκεν ἥ τε πεῖρα
2. μαρτυρεῖ καὶ ὁ λόγος δείκνυσιν· ἄναιμα γὰρ ὄντα καὶ
3. διὰ τοῦτο ψυχρὰ πάσχει ῥᾳδίως ὑπὸ τοῦ ψύχοντός τε ἅμα
4. καὶ λεπτομεροῦς φαρμάκου βλάπτεται μὲν γὰρ καὶ ὑπὸ
5. τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ τῆς τοῦ ὄξους
6. οὐσίας λεπτομερὲς, εἰς τὸ βάθος αὐτῶν δύεται καὶ διεξέρχεται
7. διὰ παντὸς μέρους, ὡς μηδὲν μηδὲ τοὐλάχιστον ἀβλαβὲς
8. ἐᾷν. οὕτω μὲν ὄξος τὰ νευρώδη μόρια βλάπτει· τὴν
9. μήτραν δ᾿ ἅπαντες σχεδὸν οἱ ἀνατομικοὶ λέγουσιν εἶναι νευρώδη·
10. καὶ χωρὶς δὲ τῆς ἐκείνων ἀποφάσεως, ἣν ἐκ τῆς ἀνατομικῆς
11. αὐτοψίας ἐποιήσαντο, πάρεστί σοι συλλογίσασθαι
12. περὶ αὐτῆς, ὡς ἐπὶ πλεῖστον μὲν διαστελλομένης, εἰς ἐλάχιστον
13. δὲ συνιζανούσης· ἀεὶ γὰρ ὁπηλίκον ἂν εἴη τὸ ἔμβρυον,
14. ἐν κύκλῳ περιείληφεν αὐτὸ καὶ πεπλήρωται τὸ πᾶν
15. κύτος ὑπ᾿ ἐκείνου, κᾂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαστὴρ
16. ὑπὸ τῶν σιτίων· ἀλλὰ ταύτης μὲν οὐ μεγάλη πρὸς τἀναντία
17. ἡ μεταβολὴ, τῆς μήτρας δὲ μέγισται· τὸ δὲ ἐπὶ πλεῖστον
1. διαστέλλεσθαι νευρωδῶν ἴδιόν ἐστι σωμάτων, οὐ
2. σαρκωδῶν.

Cliquer un n° de page pour en afficher l’image