Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.36, ed. Kühn, 1828, vol. 15, p. 695-700. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.36


5. Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν
6. ἔχω ἔργον ὅ τι προσθέω. οὔτε γὰρ βηχὸς παρηγορικόν
7. ἐστιν ἐν τοῖσι πλευριτικοῖσι καὶ περιπνευμονικοῖσιν,
8. οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾿ ἧσσον τῶν ἄλλων εἴ τις διὰ
9. παντὸς ὕδατι ποτῷ χρέοιτο· μεσσηγὺ μέντοι ὀξυμέλιτος
10. καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν
11. ἐστι, διὰ τὴν μεταβολὴν τῆς ποιότητος
12. τῶν ποτῶν, πλημμυρίδα γάρ τινα ἐμποιέει ἄλλως δὲ οὐδὲ
13. δίψαν παύει, ἀλλ᾿ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει
14. χολώδει καὶ ὑποχονδρίῳ κακὸν καὶ κάκιστον ἑωυτοῦ καὶ
15. χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν ἐς κενότητα
16. ἐσέλθῃ. καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν
17. πεπυρωμένον ᾖ καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν·
18. βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ
1. ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν οὔτε διουρητικόν·
2. προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει.
3. ἢν δὲ δὴ καὶ ψυχρῶν ποδῶν ἐόντων ποτὲ
4. ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν
5. αὐτέων ὁρμήσῃ.

7. Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥσπερ τὸ ὄξος, ἀλλ᾿
8. οὔτε θερμὸν, ὥσπερ τὸ μέλι (τούτῳ μέν γε πρὸς τῷ θερμαίνειν
9. ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον
10. οὖν εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίβαστον
11. ἅπαν τὸ ὕδωρ, κᾂν ἄλλως ἄριστόν τε καὶ ἄμεμπτον ᾖ· τὸ
12. γὰρ ἰλυῶδες ἢ δυσῶδες ἢ ἁλικὸν ἤ τινος ἑτέρας φαρμακώδους
13. ποιότητος ἔμφασιν ἔχον οὐχ ἁπλῶς ὕδωρ ἐστὶν, ἀλλὰ
14. μετὰ τοιοῦδέ τινος ἐπιμιξίας φαρμάκου· καθάπερ καὶ εἰ
15. μέλι μοχθηρὸν ἢ πτισάνην ἢ ὄξος ἢ οἶνον ἤ τι τοιοῦτον
16. προχειρίσαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ᾿ ἐκείνου τὸ γένος,
17. ἀλλ᾿ αὐτὸ μόνον ὃ μεταχειρίζῃ. τοῦ λόγου τοίνυν ὄντος ἐφ᾿
1. ἑκάστου τῶν κρινομένων ὑπ᾿ αὐτοῦ περὶ τῶν ἀρίστων, οὕτω
2. καὶ νῦν ἄκουε, πρὸς τὸ κάλλιστον ὕδωρ ἕκαστον τῶν λεγομένων
3. ἀναφέρων, ὃ καθαρώτατόν ἐστι καὶ πάσης ἀλλοτρίας
4. ἄμικτον ποιότητος· τοῦτ᾿ οὖν αὐτὸ κᾂν ἄριστον ᾖ, κατὰ
5. τὴν γαστέρα μένει πολλῷ χρόνῳ, κλύδωνας αὐτῇ τοὐπίπαν
6. ἐργαζόμενον, ὡς ὅταν γε ᾖ χολώδης ἐκείνη, συνδιαφθείρεται
7. καὶ αὐτό. κᾀπειδὰν ὑπέλθοι μόλις ἐκ τῆς κοιλίας εἰς
8. τὴν νῆστιν, οὐκ ἀναδίδοται ῥᾳδίως, οὔτ᾿ εἰς ἧπαρ οὔτε πολὺ
9. μᾶλλον εἰς νεφροὺς καὶ θώρακα καὶ πνεύμονα· διόπερ
10. οὔτ᾿ οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν. ἀλλ᾿ οὐδὲ
11. τὰς δι᾿ ὅλου τοῦ σώματος ἐργάζεται διαπνοάς· λεπτομεροῦς
12. γὰρ οὐσίας ἔργον ἐστὶ τοῦτο καὶ θερμῆς, οὐ ψυχρᾶς καὶ
13. παχυμεροῦς. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον
14. ἐν ταῖς εὐρυχωρίαις τῶν κατὰ γαστέρα καὶ ἔντερα ὀργάνων
15. τοῦ ζώου καὶ μὴ διαδυόμενον εἰς ὅλον τὸ βάθος αὐτῶν,
16. μηδ᾿ ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ᾿ οὐ τρέφει πρόσθεν εἴρηται·
17. διά τοι τοῦτο οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τέ
18. ἐστι ῥωννύναι. καὶ ταῦτ᾿ ἐστὶ τὰ αἴτια δι᾿ ἃ πρός τε μελίκρατον
1. Ἱπποκράτης ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ
2. τῶν νοσούντων, ἀποχωρῶν τοῦ ὕδατος. ὅσον μὲν οὖν ἐπὶ
3. τούτοις οὐδέποτ᾿ ἄν τις αὐτῷ χρήσαιτο· χρῶνται δὲ καὶ
4. ἄλλοι μὲν ἰατροὶ καὶ μέντοι καὶ αὐτὸς ὁ Ἱπποκράτης, ἀλλ᾿
5. ἦττον μὲν οὗτος, οἱ δ᾿ ἄλλοι μᾶλλον. ἐκ γὰρ τοῦ χρῆσθαι
6. τοῖς ἄλλοις κακῶς σφαλλόμενοι, καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ,
7. οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν· οὕτω
8. γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν· ἰσχυραὶ δυνάμεις σίτων τε καὶ
9. πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν,
10. ἀκαίρως δὲ μεγίστην βλάβην. ἣν δέ φημι μοχθηρὰν
11. εἶναι χρῆσιν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ οἴνου,
12. γίνεται μὲν καὶ διὰ τὰς ἀθρόας μεταβολὰς, ὡς αὐτὸς ἐδίδαξεν·
13. γίνεται δὲ καὶ διὰ τὴν μίξιν ἄκρατον ὑπὸ
14. τῶν ἰατρῶν γιγνομένην, ὡς τὸ πολύ. διδόντος οὖν ἐμοῦ
15. πρεσβύτῃ νοσοῦντι καθ᾿ ἑκάστην ἡμέραν οἴνου ὑδατώδους,
16. παραγινόμενός τις τῶν τοιούτων ἰατρῶν, εἶτ᾿ ἰδὼν ἐλάχιστον
17. ἐπισταζόμενον αὐτοῦ τῷ ὕδατι γελάσας ἔφη μὴ πίνειν οἴνου
1. τὸν ἄῤῥωστον, ἀλλ᾿ ὁρᾷν μόνον, οὐκ ἐννοῶν ὅτι τὸ μὲν
2. ἡδονῆς ἕνεκα τὸν οἶνον διδόναι ἑτέραν ἔχει συμμετρίαν τῆς
3. πρὸς ὕδωρ αὐτοῦ μίξεως, τὸ δ᾿ ὠφελείας ἄλλην. ὥσπερ
4. γὰρ ὁρμήν τινα πρὸς τὴν ἀνάδοσιν ἐφελκομένην τὸ ὕδωρ
5. ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παῦσαι
6. τὸ ὕδωρ αὐτὸ τοῦτο μόνον εἰλικρινὲς εἶναι, οὐχ ὥστε
7. καὶ οἶνον αὐτὸ ποιῆσαι· οἱ πολλοὶ δὲ τῶν ὑγιαινόντων πίνουσιν
8. οἶνον ὑδατωμένον, οὐ μὴν προσήκει τὸ ὕδωρ ἐπικρατεῖν
9. κατὰ τὴν γεῦσιν, ἀλλὰ τὸν οἶνον· ἐπὶ δὲ τῶν νοσούντων
10. ἔτι καὶ μᾶλλον, ὡς ἔμφασιν εἶναι τοῦ οἴνου βραχεῖαν.
11. οὕτως δὲ καὶ περὶ τοῦ ὀξυμέλιτος ὀλίγον αὐτὸς ἔμπροσθεν
12. ἔλεγεν, ἐπαινῶν τὸ ὑδαρές. καὶ μελικράτῳ δ᾿ ἄν τις ἀκινδυνότερον
13. χρῷτο τῷ ὑδαρεῖ· τὸ γὰρ ἄκρατον εἰ μὴ φθάσειεν
14. ὑπαγαγεῖν τὴν γαστέρα, βλαβερώτερον γίγνεται καὶ
15. μάλιστ᾿ ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφ᾿
16. ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερὸν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ
17. πλέον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν
18. οἷς ἔχει κακοῖς ἔτι καὶ ἄκοπρον ὃν, οὐδ᾿ ὑπαγωγήν τινα
1. τῆς γαστρὸς ἐργάζεται. τὸ δ᾿ ἐν ἀρχαῖς τῶν παροξυσμῶν
2. αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωσε διὰ τοῦ φάναι, ἢν
3. δὲ δή ποτε καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα
4. πάντα πολλαπλασίως βλάπτει) τῶν γινωσκομένων τε πᾶσι
5. καὶ ὁμολογουμένων ἐστί. πότ᾿ οὖν χρήσιμόν ἐστιν ὕδωρ πινόμενον;
6. ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μηδέπω
7. χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων
8. ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλισθ᾿
9. ὅταν ὁ κάμνων ᾖ διψώδης. πλημμυρίδα γάρ τινα ποιεῖν
10. αὐτό φησι, τουτέστι πλῆθος ὑγροῦ τινος· διὸ καὶ μεταξὺ
11. μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον, εἰς ὑγρότητα
12. τοῖς ἀναπτυσθησομένοις συντελές. ἀλλὰ κᾀπειδὰν ὁ οἶνος
13. ᾖ μεγάλως βλαβερὸς, καὶ τότε δίδωσιν ὕδατος· ἀκούσωμεν δ᾿
14. αὐτοῦ τοῦ Ἱπποκράτους, ὅπως ἀπεφήνατο περὶ τούτου.

Cliquer un n° de page pour en afficher l’image