Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.37, ed. Kühn, 1828, vol. 15, p. 700-702. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.37


17. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην
18. ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον,
1. ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον ἢ ὑδαρέα καὶ κιῤῥὸν
2. παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι καὶ
3. μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω
4. γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς
5. καὶ γνώμης.

7. Ἅπτεσθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων
8. πυρέσσων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν
9. παραφροσύνην, ἐν ᾖ φεύγειν κελεύει τὸν οἶνον, ὡσαύτως δὲ
10. κᾀν ταῖς ἰσχυραῖς κεφαλαλγίαις· εἴρηται δὲ περὶ ἀμφοῖν
11. πρόσθεν. ἀλλὰ νῦν γε προειπὼν παντάπασιν ἀποσχετέον
12. εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα συμπτώματα
13. φησὶν ἐφεξῆς ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον καὶ ἄοσμον.
14. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοσμον διδόναι καλῶς εἴρηται,
15. τὸ δὲ κιῤῥὸν οὐ πάνυ προσίεμαι· βελτίων γὰρ ὁ ὑδατώδης
16. εἰς ταῦτα, λευκὸς ὢν δηλονότι. τό γε μὴν ἡνίκα
17. δοίημέν ποτε ἐπὶ τῶν οὕτως ἐχόντων οἶνον, εὐθέως ἐπιπίνειν
18. ὕδωρ, ἀσφαλῶς συνεβούλευσεν· ἧσσον γὰρ ἂν, φησὶ, τὸ
1. ἀπὸ τοῦ οἴνου μένος, ὅπερ ἐστὶν ἰσχὺς, ἅπτοιτο τῆς κεφαλῆς
2. καὶ τῆς γνώμης· ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ συνήθες
3. αὐτῷ καὶ δηλώσας ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου
4. τοῦ ῥήματος ἐποίησε, συνεθηστέρου τοῖς ἀνθρώποις
5. ὄντος ἢ τὸ τῆς ἅψεως ὄνομα. κεφαλῆς δὲ καὶ γνώμης εἶπεν
6. ἅπτεσθαι τὸν οἶνον, διότι θερμὸς ὢν αὐτός τε διὰ
7. ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ συναναφέρει τοὺς
8. ζέοντας ἐν τῷ σώματι χυμούς. ὅτι δὲ τὴν κεφαλὴν κακοῖ,
9. διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐστι τὸ φρονοῦν
10. καὶ λογιζόμενον μέρος τῆς ψυχῆς.

Cliquer un n° de page pour en afficher l’image