13. Ἐν οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι ποτῷ χρηστέον
14. καὶ ὁκότε πολλῷ κάρτα καὶ ὅκου μετρίῳ καὶ ὅκου ψυχρῷ
15. καὶ ὅκου θερμῷ, τὰ μέν που καὶ πρόσθεν εἰρέαται, τὰ
16. δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται.
18. Ἐρασίστρατος μὲν ἐν τοῖς περὶ πυρετῶν κακοήθως
1. πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν
2. μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι
3. κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην
4. τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς
5. πυρέττουσιν· ὁ δ᾿ Ἱπποκράτης οὐκ ἐνταῦθα μόνον, ἀλλὰ
6. καὶ ἀπὸ τῶν ἔμπροσθεν εὔδηλός ἐστι δαψιλέσι χρώμενος
7. ἅπασι τοῖς ποτοῖς, νυνὶ δὲ καὶ διὰ τῆς λέξεως σαφῶς ἐδήλωσεν
8. εἰπών· οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι χρηστέον καὶ
9. ὁπότε κάρτα πολλῷ. δηλοῖ γὰρ καὶ τὸ κάρτα πολλῷ τὸ
10. λίαν πολλῷ· ἤρκει δ᾿ εἰπεῖν καὶ πολὺ δίδοσθαί ποτε τὸ
11. ὕδωρ, χωρὶς τοῦ προσθεῖναι τὸ κάρτα πρὸς τὸν ἔλεγχον
12. τῆς Ἐρασιστράτου κακοηθείας, ὃς Ἀπολλωνίου μὲν καὶ
13. Δεξίππου μνημονεύει μηδὲν ἔχων αὐτῶν δεῖξαι βιβλίον, Ἱπποκράτους
14. δ᾿ αὐτοῦ λέγοντος σαφῶς οὐκ ἀκούει, χρῆσθαι δ᾿
15. ἐνίοτε πολλῷ κάρτα τῷ ὕδατι. καὶ μέντοι καὶ ἀνωτέρω μετ᾿
16. ὀξυμέλιτος αὐτὸ διδοὺς ἔφη χρήσιμον εἶναι, ὅτι πλημμυρίδα
17. τινὰ ἐμποιέει, τουτέστι πλῆθος ὑγρότητος· καὶ μελικράτου
18. τε καὶ ὀξυμέλιτος τῶν ὑδαρῶν ἔμπροσθεν ὡς ὑγραινόντων
1. τὸ στόμα καὶ οὖρα κινούντων ἔγραψεν· οὐ δήπου
2. κύαθον αὐτῶν διδοὺς, ἀλλὰ πλῆθος ἀξιόλογον, ἀφ᾿ οὖ καὶ
3. τὸ στόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ
4. ἐκ πνεύμονος ἀναχθῆναι. ἐπὶ δ᾿ ὀξυμέλιτος καὶ οὕτως ἔγραψεν·
5. ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νόσον,
6. πολλῷ τούτῳ χρέεσθαι· προσθεὶς κᾀνταῦθα τὸ πολλῷ.
7. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου πρὸς Ἱπποκράτην κακοηθείας
8. ἀρκεῖ καὶ ταῦτα. μεμνήμεθα δὲ ἡμεῖς ὅτι καθάπερ
9. ἔμπροσθεν, οὕτω καὶ νῦν ὁ Ἱπποκράτης ἐπαγγέλλεται καθ᾿
10. ἕκαστον νόσημα διδασκαλίαν ἰδίαν ποιήσασθαι, ὡς οὐχ ἱκανῶς
11. ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργασμένος,
12. ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼς ἐπὶ παραδείγματος
13. ἑνὸς νοσήματος τῆς πλευρίτιδος.