16. Περὶ δὲ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον καὶ
17. τὰ ἀπὸ χλοίης ποιεύμενα καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων
18. καὶ πυρῶν καὶ κνίκου καὶ μύρτων καὶ ῥοιῆς καὶ
1. τῶν ἄλλων ὅταν οὖν ἄν τινος αὐτέων καιρὸς ᾖ χρέεσθαι,
2. γεγράψεται παρ᾿ αὐτῷ τῷ νοσήματι, ὅκωσπερ καὶ τὰ ἄλλα
3. τῶν συνθέτων φαρμάκων.
5. Καὶ ἥδε ἡ ῥῆσις ἐπαγγελίαν ἔχει διδασκαλίας ἑτέρας
6. ἑκάστου τῶν νοσημάτων ἰδία. πρόδηλον οὖν ὡς ἢ οὐ σώζεται
7. τὰ γραφέντα ὑπ᾿ αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοσημάτων
8. ἑκάστου κατὰ μέρος ἢ ὅλως οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ
9. νῦν φερόμενα τῆς Ἱπποκράτους ἀξίας οὐκ ἔστιν· ἔχει μέντοι
10. πολλὰ τῆς γνώμης αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προσκείμενα
11. τῷδε τῷ βιβλίῳ, τὰ μετὰ τὸ λουτρόν· κάλλιον δ᾿ ὡς
12. ἔφην ὑπὲρ ἑκάστου σκεψόμεθα, κατὰ τὰς ἐξηγήσεις αὐτῶν.