15. Λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν,
16. ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δὲ οὔ· ἔστι δ᾿ ὅτε ἧσσον
17. χρηστέον, διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων. ἐν
18. ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύσοντες
1. ὡς δεῖ· εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτο
2. ἂν οὐ σμικρά. καὶ γὰρ σκέπης ἀκάπνου δεῖ καὶ ὕδατος
3. δαψιλέος καὶ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε
4. μὴ οὕτω δέῃ.
6. Ἔοικε κατὰ τοὺς Ἱπποκράτους χρόνους οὐδέπω ταυτὶ
7. τὰ βαλανεῖα κατεσκευάσθαι· τό τε γὰρ ἐν ὀλίγαις οἰκίαις
8. λέγειν αὐτὸν παρεσκευάσθαι τά τε ἄρμενα καὶ τοὺς θεραπεύσοντας
9. ὡς δεῖ καὶ πρὸς τούτοις ἔτι καὶ σκέπης ἀκάπνου
10. χρείαν εἶναι καὶ ὕδατος δαψιλοῦς καὶ τἄλλα ὅσα τούτοις
11. ἐφεξῆς εἶπεν, ὡς ἐν ταῖς οἰκίαις ἔτι θερμαινομένου τοῦ ὕδατος
12. ἐν λέβησιν, εἶτ᾿ ἐγχεομένου τῶν ἐμβατῶν ταῖς πυέλοις,
13. ἔνδειξιν ἔχει. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον,
14. ὡς καὶ λουτροῦ συχνοῦ χρεία ἐστὶ καὶ μὴ λίην λάβρου, ἤν
15. γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ
16. τὴν ἑξῆς διδασκαλίαν· αὐτὸς γὰρ ἐρεῖ τίνες εἰσὶν οἱ λάβρου
17. ποτέ δεόμενοι τοῦ λουτροῦ, τουτέστι καταντλουμένου τοῦ
1. κάμνοντος ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτὸς,
2. ἡμεῖς ζητήσομεν οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ τοῦ
3. ἀκολουθίαν φυλάττειν τοῖς ὑπ᾿ αὐτοῦ γεγραμμένοις.