Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.41, ed. Kühn, 1828, vol. 15, p. 707-708. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.41


6. Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται,
7. θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται
8. σμήγματι· καὶ προσκαταχεῖσθαι μὴ ὀλίγῳ καὶ ταχέως
9. μετακαταχεῖσθαι.

11. Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδεὶς ὅταν λούηται,
12. πλὴν εἰ ῥυπῶν ᾖ καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες
13. ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ
14. δὲ σμήξασθαι διὰ ῥυμμάτων γίγνεται δακνωδῶν ὄντων αὐτῶν
15. καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει
16. τε καὶ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι
17. τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμὸν, ἐκλύειν
1. δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος,
2. ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ᾿ εἶπεν ὁ Ἱπποκράτης,
3. πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι,
4. τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ
5. γὰρ δὴ τὴν οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν
6. ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὥς γε καὶ τὸ
7. μὴ σμηχᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι· ἀλλὰ τὸ πλῆθος
8. τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων
9. γίγνεσθαι κατὰ τὴν τοῦ ὕδατος αὔξησιν. ὁ γὰρ αὐτὸς λογισμὸς
10. ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως
11. ἢ ῥύπου κατεπείγοντος καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις
12. μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως
13. ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν
14. αὐτὸν λόγον ὅλου σμήγματος ἐκλύει τὴν δύναμιν, ἐπικαταχέων
15. ὕδωρ εὐθέως θερμὸν καὶ καθαρὸν δαψιλὲς, εἶτ᾿ αὖθις
16. ἐπὶ τούτῳ πάλιν ἕτερον.

Cliquer un n° de page pour en afficher l’image