Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.44, ed. Kühn, 1828, vol. 15, p. 710-712. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.44


14. Καὶ μετακέρασμα πολὺ ἡτοιμάσθαι.

16. Ἔνεστι μὲν καὶ ὑφ᾿ ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν
17. δὲ καὶ καθ᾿ αὑτὴν ἀκοῦσαι τὴν μετὰ πρόθεσιν, ἰδίᾳ δὲ
18. πάλιν τὸ κέρασμα· καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις
1. Ἱπποκράτης φαίνεται χρώμενος τῇ μετὰ προθέσει κατὰ τὸ
2. τῶν Ἰώνων ἔθος ἐλλειπτικῶς· ἔστι δὲ τὸ πλῆρες τοιοῦτο
3. καὶ μετὰ ταῦτα κέρασμα πολὺ ἡτοιμάσθαι. εἴτε δ᾿ ὑφ᾿ ἓν
4. ἀκούει τις μετακέρασμα, εἴτε καὶ διελὼν ἀντὶ τοῦ μετὰ
5. ταῦτα κέρασμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων
6. ἐστίν· ἡτοιμάσθαι γὰρ βούλεται κέρασμα μέλλον καταχεῖσθαι
7. τοῦ λουομένου, μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον
8. λουτρῷ. ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν,
9. ὅταν ἀσθενοῦντα λούσωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν
10. ἐμβῆναι ἐπιτρέπουσιν, ἀλλ᾿ ἀντ᾿ ἐκείνης ἐπιχέουσιν
11. ὕδωρ χλιαρὸν, ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου
12. πληροῦσιν. ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα
13. κατὰ τὸ θερμὸν λουτρὸν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν
14. αὐτὸ βούλεται καὶ σφίγξαι· τοῦτο γὰρ εἰς ῥώμην δυνάμεως
15. συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον,
16. εἴ τις ἐξαφνίδιος ἐν τῷ περιέχοντι γίγνοιτο πρὸς τὸ ψυχρὸν
17. μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντες εἰς τὸ
18. ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν·
1. ἀλλ᾿ οἵ γε ἀσθενοῦντες οὐ φέρουσι τὴν ὁμιλίαν τοῖ ψυχροῦ
2. ἀβλαβῶς, διὸ θραύομεν αὐτὸ, θερμὸν ἐπιμιγνύντες. ἡ δὲ
3. τῆς μίξεως ποσότης εὑρίσκεται πρῶτον μὲν εἰς τὴν τοῦ
4. σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ᾿ ἑξῆς εἰς τὴν
5. οἰκείαν τοῦ κάμνοντος φύσιν, ἡλικίαν τε καὶ ὥραν καὶ χώραν
6. καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. κάλλιον
7. δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάσουσι
8. τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ, διαφέροντα ἀλλήλων·
9. ὡς τὸ μὲν ἱκανῶς εἶναι χλιαρὸν, τὸ δὲ δεύτερον
10. ἧττον ἐκείνου χλιαρὸν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς
11. ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν
12. τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν·
13. οὐ γὰρ μόνον ἁπλῶς πολὺ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον
14. εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ
15. βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον
16. μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.

Cliquer un n° de page pour en afficher l’image