2. Καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι.
4. Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ᾿ αὐτῆς μὲν τῆς
5. γιγνομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δὲ ἧττον καὶ κατὰ
6. τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ
7. τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων
8. τις κυρίως οὐ ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς
9. ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς
10. ἡ χρῆσις τῶν ὀνομάτων, τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος,
11. ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.