12. Καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα.
14. Καὶ οὗτος ὁ λόγος εἴρηται μὲν ἐφεξῆς τῷ καὶ σπόγγοισι
15. χρῆσθαι ἀντὶ στλεγγίδος· οἰκειότερον δ᾿ ἄν τις ἀκούσειεν
16. αὐτοῦ περὶ τῆς ἐν τῷ λουτρῷ χρίσεως τοῦ λίπους,
17. ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι.
18. μετὰ γὰρ τὸ λουτρὸν ἀποσπογγίσας τὸ ὕδωρ ὁ Ἱπποκράτης
1. ἄδηλον μὲν εἰ καὶ ἔχρισέ πω, πρόδηλον δὲ καὶ καθύγρου
2. τοῦ σώματος ὄντος ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό
3. τίς φησιν, ὅτι πάλιν ἀπομάττει τοῦτ᾿ αὐτὸ τὸ μετὰ τοῦ
4. ὕδατος ἔλαιον. ἔστι μὲν οὖν χρήσιμον ἐσκέφθαι καὶ
5. περὶ τῆς κατὰ τὸ λουτρὸν χρήσεως τοῦ λίπους· ἀναγκαιότερον
6. δὲ τὸ περὶ τοῦ κατὰ τὸ λουτρὸν, εἴθ᾿ ἱδρώσαντι τῷ
7. λουομένῳ περιχεῖν προσήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶσαι,
8. ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύσασθαι, ἢ τούτων μὲν
9. οὐδέτερον, ὅταν δ᾿ ἄρξηται νοτίζεσθαι. καὶ ὅστις μέμνηται
10. τῶν εἰρημένων περὶ δυνάμεως ἐλαίου κατὰ τὴν τῶν ἁπλῶν
11. φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶς αὐτὸς, ἄριστον εἶναι
12. τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήσεως ἐπὶ τῶν λουομένων·
13. οἶδε δὲ καὶ ὅτι προτεθερμασμένον χρὴ προσφέρεσθαι
14. τῷ τοῦ λουομένου σώματι· καὶ γὰρ μαλάττει τοῦτο
15. καὶ ἀραιοῖ τὸ σῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον
16. οὐδέτερον τούτων ἐργάζεσθαι πεφυκότος, ἀλλὰ καὶ φρικώδεις
17. τοὺς λουομένους ἀποτελοῦντος.