2. Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ
3. σπόγγου ἐκμασσομένην.
5. Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶς ἐκμάττειν,
6. ὡς μηδὲ τοὐλάχιστον ὑπολείποιτο τῆς ὑγρότητος, εὔδηλόν
7. ἐστι· τὸ γὰρ ὑπολειπόμενον ἅπαν ψύχειν εἴωθεν·
8. οὐ μὴν ὑπὸ σπόγγου τοῦτο ποιεῖν ἔτι δυνατὸν, ὅτι μὴ
9. κατ᾿ ἀρχὰς εὐθέως μετὰ τὸ χρήσασθαι τῷ μετακεράσματι.
10. βέλτιον δὲ τούτου τὸ δι᾿ ὀθόνης ἐκμάττειν τῆς κεφαλῆς τὸ
11. ὕδωρ.