10. Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧττον ἂν τούτοισιν
11. ἀνάγοι ἢ ὁ ἕτερος |οἶνος· οἷσι δὲ μὴ διψώδης, μᾶλλον
12. ἀνάγοι ἂν τοῦ ἑτέρου.
14. Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί
15. δ᾿ ὁ διψώδης οἶνος ἧσσον ἀνάγει τὰ πτύσματα ῥᾳδίως εὑρήσεις
16. τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα
17. παραμένει τισὶ τοῖς τὸν γλυκὺν οἶνον πίνουσι, διὰ τὸ τὴν
18. πυρώδη θερμασίαν ἐν αὐτοῖς εἶναι κακοηθεστέραν· οὖσα δὲ
1. τοιαύτη, ξηραίνουσα τὸ πτύελον ἐργάζεται παχύτερόν τε
2. καὶ γλισχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυσανάγωγόν ἐστιν
3. οὐδὲ λόγου δεῖται.