6. Καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λουέσθαι.
8. Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων,
9. οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα
10. λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται,
11. τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ
12. πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι.