Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.53, ed. Kühn, 1828, vol. 15, p. 718-720. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.53


16. Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ
17. ἐπίπαν. καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στῆθος
1. καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν καὶ πτυέλου
2. πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον
3. (μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος)
4. καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖνας
5. ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστι, ὧν
6. πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς
7. ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον
8. βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν
9. βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ.

11. Διὰ τί μᾶλλον περιπνευμονίας ἢ καύσους ὠφελεῖ τὸ
12. λουτρὸν αὐτὸς ἐδήλωσεν εἰπών· καὶ γὰρ ὀδύνης τῆς κατὰ
13. πλευρὰν καὶ στῆθος καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ
14. λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον·
15. διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖς ἐστιν ὠφελιμώτατον·
16. θεραπεύονται γοῦν ἀναπτύοντες τὰ κατὰ πνεύμονα περιεχόμενα
17. πτύελα. πλευριτικοὶ δὲ καὶ τῷ παρηγορεῖσθαι τὰς
1. ὀδύνας ὀνίνανται μεγάλως· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω
2. γραπτέον ἐστὶν, ἁρμόζει δὲ περιπνευμονίῃσι καὶ πλευρίτισι
3. μᾶλλον ἢ ἐν καύσοισιν· ἢ προσυπακούειν χρὴ τῇ περιπνευμονίῃ
4. τὴν πλευρῖτιν, αὕτη γὰρ ὀδύνην ἔχει κατὰ
5. τὴν πλευρὰν, οὐχ ἡ περιπνευμονία φέρει. μᾶλλον δ᾿ ἁρμόττειν
6. μὲν περιπνευμονίαις ἢ καύσοις εἰπὼν τὸ λουτρὸν
7. ἐδήλωσεν ὅτι καὶ τῶν καυσουμένων ἐνίους ὠφελεῖ· διορισμοῦ
8. δὲ χρεία δηλονότι πρὸς τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα
9. ποιήσασθαι, διὰ τὸ μηδὲν εἰρῆσθαι περὶ τοῦ καιροῦ,
10. καθ᾿ ὃν δὴ κελεύει λούειν τοὺς κάμνοντας. τίνας οὖν οὔθ᾿
11. ὅλως ἀξιοῖ λούειν, πρότερον ἀκούσαντες αὐτοῦ κατὰ τὴν ἑξῆς
12. ῥῆσιν ἐρεῖν μέλλοντος, οὕτως ἀφιξόμεθα πρὸς τὸν περὶ τοῦ
13. λουτροῦ καιρόν.

Cliquer un n° de page pour en afficher l’image