16. Ἥκιστα δὲ λούειν καιρὸς τούτοισιν, οἷσιν ἡ κοιλίη ὑγροτέρη
17. τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἶσιν ἑστήκει
18. μᾶλλον τοῦ καιροῦ καὶ μὴ προεληλύθει. ἀλλ᾿ οὐδὲ τοὺς
1. γεγυωμένους χρὴ λούειν, οὔτε δὴ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς,
2. οὔτε τοὺς ἐπανερευγομένους χολῶδες, οὔτε τοὺς αἱμοῤῥαγέοντας
3. ἐκ ῥινῶν, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι,
4. ( τοὺς δὲ καιροὺς οἶδας ) ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι,
5. λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε
6. τὴν |κεφαλὴν μούνην. ἢν οὖν αἱ παρασκευαὶ ἐπιτήδειοι
7. καὶ ὁ κάμνων μέλλει εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ
8. ἑκάστης ἡμέρης.
10. Οἶς μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαστέρα πλείονα, τὸ
11. βαλανεῖον ἵστησιν, ἀντισπῶν αὐτὰ πρὸς ὅλον τὸ σῶμα καὶ
12. ταύτῃ βλάπτεται· τοῖς δὲ μηδ᾿ ὅλως διακεχωρηκόσιν ὅτι
13. προεκκενῶσαι βέλτιόν ἐστι τὴν παλαιὰν κόπρον οὐδεὶς ἀγνοεῖ,
14. καθάπερ οὐδ᾿ ὅτι τοὺς γεγυωμένους, τουτέστι τοὺς καταλελυμένους
15. τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ
16. τοὺς ἀσώδεις φησὶ καὶ ἐμετικοὺς οὐ λούειν· καὶ γὰρ τούτους
17. ἐξαίφνης καταλυθῆναι φόβος, ὥστε τὴν καλουμένην
18. ἀκολουθῆσαι στομαχικὴν συγκοπήν. ἐγγὺς δ᾿ αὐτοῖς εἰσι
1. καὶ οἱ ἐκκεχολωμένοι τὸ στόμα τῆς κοιλίας, οὓς διὰ τοῦ
2. γνωρίσματος ἐδήλωσεν εἰπών· οὐδὲ τοὺς ἐπανερευγομένους
3. χολῶδες. ὡσαύτως οὐδὲ τοὺς αἱμοῤῥαγοῦντας ἐκ ῥινῶν αὐτάρκως
4. προσήκει λούειν. εὔλογον γὰρ οὖν, ἐὰν ἐλλιπέστερον
5. αἱμοῤῥαγῶσιν, λούειν αὐτούς· οὗτοι δέ εἰσι καὶ οἱ λαύρου
6. τοῦ λουτροῦ δεόμενοι, κινήσεως σφοδροτέρας ἕνεκα τοῦ
7. κατὰ τὴν κεφαλὴν αἵματος· ὡσαύτως δὲ λούσομεν εἰ χρῄζοντες
8. αἱμοῤῥαγίας μηδ᾿ ὅλως αἱμοῤῥαγοῖεν. ἐκ δὲ τοῦ
9. προσθεῖναι, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν
10. τε τὴν κεφαλὴν μοῦνον, ἔτι σαφέστερον ἐδήλωσεν ὡς πολλάκις
11. ἐν οἴκῳ τεθερμασμένῳ καθίζων τὸν κάμνοντα χωρὶς
12. τοῦ πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶς τοῦ λοιποῦ
13. σώματος ὕδατι θερμῷ.