16. Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι
17. παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖσι χυλῷ μούνῳ χρεομένοισι·
18. ἐνδέχεται δὲ καὶ τούτοισιν ἐνίοτε, ἥκιστα δὲ καὶ
19. τοῖσι ποτῷ μούνῳ χρεομένοισιν.
1. Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωσεν, ἐν ᾧ προσήκει
2. λούεσθαι καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω
3. τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀσαφῆ. πτισάνας γὰρ ὅλας
4. δίδωσι τοῖς ἐπιεικῶς ἔχουσιν, ὅσοι δ᾿ αὐτῶν φαυλότερον
5. διάγουσι, χυλὸν μόνον· ὅσοι δὲ καὶ τούτων ἔτι σφαλερώτερον
6. ἢ ὀξύτερον νοσοῦσι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον
7. ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ
8. συγγράμματι πεποίηται, τὰ πλεῖστα τῶν καθόλου διδάσκων
9. ὡς ἐπὶ παραδειγμάτων, ἐν τοῖσδε τοῖς μέρεσι τῶν νοσημάτων
10. καὶ μάλιστα τῆς πλευρίτιδος, ἐπιδέδεικται πολλάκις·
11. ἐδείχθη δὲ ὅτι καὶ πεφθέντων τῶν παθῶν χρῆσθαι κελεύει
12. τῇ πτισάνῃ. τότ᾿ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνως προσάγεται,
13. μάλιστα συντελοῦν εἰς τὴν ἐκκάθαρσιν τῶν περιεχομένων
14. πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖς οὖν οὕτως
15. ἔχουσιν, ὅταν καὶ ἡ ἀπὸ ἔθους ἔνδειξις προσέλθῃ, διπλασιάσαι
16. τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖς μέντοι ποτῷ μόνῳ
17. χρωμένοις ἥκιστά φησιν ἁρμόττειν τὸ λουτρὸν, ὅπερ σημαίνει
1. τὸ ἐλάχιστον καὶ οὐχ ὡς ἔνιοί φασι τὸ οὐδαμῶς·
2. ἐπιφέρων γοῦν ἐρεῖ·