Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.57, ed. Kühn, 1828, vol. 15, p. 725-731. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.57


5. Ἔστι δ᾿ οἷσι καὶ τουτέων μὲν ἐνδέχεται· τεκμαίρεσθαι δὲ
6. χρὴ τοῖσι προγεγραμμένοισι, οὕς τε μέλλει λουτρὸν
7. ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης οὕς
8. τε μή. οἷσι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων,
9. ὁκόσα λουτρὸν ἀγαθὸν ποιέει, οὐ λούειν, καὶ ὅσα ἂν λουτρῷ
10. ὠφελέηται· οἷσι δὲ τούτων μηδενὸς προσδεῖ καὶ πρόσεστιν
11. αὐτέοισι τῶν σημείων ἐφ᾿ οἷσι λούεσθαι ξυμφέρει,
12. δεῖ λούειν.

14. Οὐ προσέθηκε δὲ τὸ πότε τούτους ἐνδέχεται χρῆσθαι
15. λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐστιν ἑπομένοις αὐτοῦ τῇ ὅλῃ
16. διανοίᾳ. ποτοῖς μόνοις διαιτᾷ ὁ Ἱπποκράτης τοὺς ὀξέως
17. νοσοῦντας, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέσαι εἰς
18. τὴν τοῦ νοσήματος ἀκμὴν, ἥτις ἐνίοτε ἅμα τῇ πέψει γίνεται,
1. καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων
2. γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέως ἀναπτύσουσιν·
3. ἂν δὲ ἄρξωνται μόνον πτύειν οἶα δεῖ, κατ᾿ οὐδέτερον
4. ἔτι τῶν τρόπων ἡ νόσος αὐξηθήσεται, οὔτε κατὰ
5. τὴν διάθεσιν οὔτε κατὰ τὰ συμπτώματα. πολλάκις γὰρ ἡ
6. μὲν διάθεσις αὐτὴ καθ᾿ ἣν νοσοῦσιν ἐπιεικεστέρα γίγνεται,
7. τὰ δὲ συμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόντων
8. μορίων, ὡς αὐτὸς εἶπε, περὶ τὰς γενέσιας τοῦ πύου
9. τοὺς πόνους καὶ τοὺς πυρετοὺς συμπίπτειν μᾶλλον ἢ γενομένου.
10. πολλάκις δ᾿ ἀλλήλοις συναυξάνεται καὶ συμμειοῦται
11. τά τε τῶν συμπτωμάτων μεγέθη καὶ τὸ τῆς διαθέσεως, καὶ
12. γίγνεταί γε τοῦτο κατ᾿ ἐκείνας τὰς φλεγμονὰς, ἐν αἷς ἐκροὴν
13. ἔχει τὸ γεννώμενον πῦον, ὡς ἐπὶ τραυμάτων τέ τινων εἴωθε
14. γίνεσθαι καὶ κατὰ τὰς περιπνευμονίας τε καὶ πλευρίτιδας.
15. ἐνδέχεται οὖν ἐν τούτοις τοῖς νοσήμασιν ἔτι διαιτωμένους
16. τοὺς κάμνοντας ἐπὶ ποτοῖς μόνοις οὐκ ἀνωφελῶς
17. χρῆσθαι τοῖς λουτροῖς, ἐπειδὴ καὶ τῆς ὀδύνης αὐτῶν ἔφη
18. παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν.
19. ἀλλὰ δηλονότι προκενώσαντα τοῦτο χρὴ ποιεῖν, εἰδότας
1. ἐν τῷ καθόλου περὶ λουτρῶν δυνάμεων, ὡς ἐὰν μὴ προκεκενωμένῳ
2. τῷ σώματι προσάγηται, ῥευματίζει τὰ πεπονθότα·
3. κεκενωμένῳ δὲ προσφερόμενον τῇ πέψει συνεργεῖ, δύναμιν
4. ἔχον προσκενοῦν προκεκενωμένου τοῦ ὅλου σώματος. διὸ
5. καὶ τῶν καυσωδῶς νοσούντων ἐκείνοις ἁρμόσει μόνοις, ὅσοι
6. χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους νοσοῦσι,
7. ζεούσης αὐτοῖς τῆς ἐν ὅλῳ τῷ σώματι χολῆς· ἐὰν δὲ καὶ
8. πέψεως ἔχωσι γνωρίσματα, πολλῷ μᾶλλον αὐτοῖς ἁρμόσει.
9. γιγνομένου δὲ καυσώδους πυρετοῦ καὶ δι᾿ ἁλικὸν φλέγμα σηπόμενον,
10. ἰστέον ἐπ᾿ ἐκείνων ἐναντιώτατον ὑπάρχειν τὸ βαλανεῖον.
11. οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, καθάπερ ὁ
12. πικρόχολος χυμὸς, οὕτω καὶ ὁ φλεγματικὸς διὰ τὸ παχύς
13. τε καὶ γλίσχρος ὑπάρχειν, οὔτε σβέννυται, πολυχρονίου πέψεως
14. δεόμενος.

15. Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆς ἐξηγήσεως τοῦ βιβλίου
16. τούτου πρὸς τοὺς Κνιδίους ἰατροὺς εἰπόντος Ἱπποκράτους·
17. ὁκόσα δὲ προκαταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντος τοῦ
1. κάμνοντος, τούτων τὰ πολλὰ παρεῖται. ταῦτα οἱ μὲν δογματικὸν
2. εἶναι νομίζοντες τὸν Ἱπποκράτην τοὺς πεπονθότας
3. τόπους ἔφασαν εἶναι καὶ τὰς διαθέσεις αὐτῶν καὶ τὰς
4. αἰτίας, οἱ δ᾿ ἐμπειρικὸν, ὥρας τε καὶ χώρας καὶ ἡλικίας
5. ἔθη τε καὶ καταστάσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος. ἐγὼ
6. δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήσιμα τοῖς ἰατροῖς οἶδα, τά θ᾿
7. ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν·
8. ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο σκοποὺς εἰπὼν ὁ Ἱπποκράτης πολλοὺς,
9. πρὸς οὓς ἀποβλέπων τις εὑρήσει τὰ διατήματα, τῶν
10. εἰρημένων οὐδενὸς ἐμνημόνευσεν, ὅτι μὴ τῶν ἐθῶν· ἄλλα
11. δέ τινα προὐχειρίσατο περὶ ὦν ἀναμνήσεως ἔδει, καὶ διὰ
12. ταῦτα τὸν λόγον ἀνεβαλλόμην, ἵνα διὰ συντόμων ἑρμηνεύων
13. ὅμως ἔχω παρακολουθοῦντας τῷ λόγῳ τοὺς ἀνεγνωκότας
14. ὅλον τὸ βιβλίον. εἶς μὲν δὴ καὶ πρῶτος αὐτῷ σκοπὸς, ὡς
15. ἐπὶ παραδείγματος τοῦ νοσήματος τῆς πλευρίτιδος, οὗτος
16. εἴρηται κατὰ λέξιν· ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς
17. ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν
1. πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνον ἢ ὁκότερον ἁρμόζει.
2. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς τάδε λέγει· ἢν δὲ ὑγραίνηται
3. τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ,
4. χρὴ ἐς πλῆθος ἐπιδιδόναι τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ
5. εἰρῆσθαι. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ἐφεξῆς οὐ διώρισται
6. παρὰ τοῖς Κνιδίοις ἰατροῖς. ἀλλὰ καὶ μετὰ ταῦτα
7. τῇ πέψει τοῦ νοσήματός φησι χρῆναι προσέχειν καὶ ὁ σκοπὸς
8. οὗτος αὐτῷ σχεδόν ἐστι τοῦ τε παντὸς εἴδους
9. τῆς διαίτης, ὅσαι τε κατὰ μέρος ἐν αὐτῷ γίνονται μεταβολαί.
10. ἀλλὰ καὶ τούτων ἐφεξῆς ἄλλους διορισμοὺς τοιούτους
11. λέγει· ὅσοισι γὰρ σῖτος ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας
12. τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνοῦσαν παροξύνειεν
13. ἂν καὶ μὴ ἐνοῦσαν εὐθέως ποιήσειεν. καὶ πάλιν ἐφεξῆς·
14. τοῦτο δ᾿ ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης
15. καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ
16. ἀπιόντος, ἀλλὰ καταγλιχρομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις
17. τὴν ὀδύνην ἢ τὴν κοιλίην μαλθάξας ἢ φλέβα τεμὼν. ὁκότερον
18. ἂν τούτων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι
1. διδῷς, ταχέως οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. μετὰ
2. ταῦτά γε πάλιν διοριζόμενός φησιν· ἢν μὲν νεοβρῶτι αὐτῷ
3. ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς,
4. ἤν τε σὺν ὀδύνῃ ἥν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν
5. τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω
6. μέρος τοῦ ἐντέρου τὸ σιτίον. καὶ πάλιν ἐφεξῆς· εἰ δὲ μὴ
7. ὑπεληλύθει ὁ παλαιότερος νεοβρώτῳ ἐόντι, εἰ μὲν ἰσχύει τε
8. καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ
9. προσχρῆσθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. ἐνταῦθα
10. οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ
11. κᾀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι,
12. τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν
13. δύναμιν· ἔνθα καὶ προσέθηκεν ὡς ἀγνοοῦνται ταῦτα τοῖς ἰατροῖς.
14. καὶ μέντοι καὶ ὅτι τοῖς μὲν ὑποχόνδριον τὴν ὀδύνην
15. περαιουμένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων
16. ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος
17. ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία. ταῦτά
18. τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν
1. προειρημένα παραλέλειπται παντάπασιν ὑπὸ τῶν Κνιδίων
2. ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύσεις καὶ αἱ κράσεις
3. τῶν σωμάτων, ὧν πολλάκις ἐμνημόνευσεν ἐν τῷ βιβλίῳ, τοὺς
4. μὲν πικροχόλους ὀνομάζων, τοὺς δὲ μελαγχολικούς. ἐχόμενος
5. δὲ τῶν σκοπῶν τούτων καὶ περὶ τῆς τῶν ὑγιαινόντων
6. ἐν τῇ διαίτῃ μεταβολῆς ἐδίδαξεν, ὅπως ἐπανορθωτέον ἐστὶ
7. καὶ περὶ τῆς τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου
8. καὶ ὀξυμέλιτος καὶ ὕδατος λόγῳ τῶν αὐτῶν τούτων
9. ἐμνημόνευσε σκοπῶν. ἐμνημόνευσε δὲ καὶ περὶ τῆς πέψεως
10. τοῦ νοσήματος πολλάκις, οὐ μικρὸν σκοπὸν οὐδὲ τοῦτον
11. ποιούμενος ὅλης τε τῆς διαίτης καὶ τῶν ἐν ταύτῃ μεταβολῶν·
12. ὁμοίως δὲ καὶ περὶ ἀκμῆς νοσήματος εἶπέ τι καὶ
13. πρὸς τοῦτον ἀποβλέπων, τρέφει οὐχ ὡς πρὸς τὸν φαυλότατον
14. σκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται
15. τοῖς Κνιδίοις ἰατροῖς, ἃ χρὴ προσμανθάνειν
16. τὸν ἰατρὸν, μὴ λέγοντος τοῦ κάμνοντος.

Cliquer un n° de page pour en afficher l’image