Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.6, ed. Kühn, 1828, vol. 15, p. 643-644. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.6


6. Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ
7. πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου
8. διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου
9. καὶ διουρητικὸς δὲ ὢν καὶ καταῤῥηκτικὸς ἀεὶ, πολλὰ
10. προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ
11. πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ᾿
12. ὅμως ἡ κατὰ τὴν κύστιν κάθαρσις ὑπ᾿ αὐτοῦ γιγνομένη
13. ῥύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά
14. ἐστι τῆς περὶ οἴνου ὠφελείης καὶ βλάβης, ὁκόσα
15. ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν.

17. Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ
18. γλυκέος οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήτασε τὰς
1. δυνάμεις αὐτῶν. εἶπον οὖν ὅτι ζήτημά ἐστιν οὐ σμικρὸν, εἴτε
2. λευκὸν ἅμα καὶ αὐστηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν, εἴτε
3. τὸν θερμαίνοντα σφοδρῶς ὡς ἐν λευκοῖς οἴνοις· ἰσχυρῶς
4. μὲν γὰρ θερμαίνειν οὐδεὶς δύναται τῶν λευκῶν οἴνων. ὁ μὲν
5. γὰρ ἄκρως θερμὸς οἶνος εὐθὺς καὶ ξανθός ἐστιν, ὥσπερ γε
6. καὶ ὁ ἐφεξῆς αὐτοῦ κιῤῥὸς, εἶτ᾿ ἐπ᾿ αὐτοῖς ὁ ἐρυθρὸς, εἶθ᾿
7. ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον μὲν ἁπάντων τούτων θερμαίνει,
8. διαφορὰς δ᾿ ἐν αὐτῷ κατὰ μέρος ἔχει, καθὰ καὶ τἄλλα
9. πάντα διαστήματα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ
10. τοιοῦτος οἶνος ὅτι ποριμώτερός ἐστιν ἐπὶ κύστιν τοῦ γλυκέος
11. εἴρηται πρόσθεν· ἀνεπιτηδειότερον δ᾿ αὐτὸν εἰς ἄλλα
12. τοῦ γλυκέος φησὶν εἶναι, ταῦτα δ᾿ ἐστὶν ὑπαγωγή τε γαστρὸς
13. καὶ πτυσμάτων ἀναγωγή. καλὰ δ᾿ ἔφη ταῦτα
14. τεκμήρια εἶναι, τουτέστι γνωρίσματα, τῆς τῶν οἴνων
15. δυνάμεως.

Cliquer un n° de page pour en afficher l’image