18. Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι. αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν
1. ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη,
2. μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου,
3. μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα
4. καὶ ξυσματωδέστερα εἴη· ἐν δὴ τοῖσι τοιουτέοισι
5. πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ
6. ὁκόσα τουτέοισιν ἐμφερέα.
8. Ὁ μὲν γλυκὺς οἶνος εὐθὺς καὶ μέλας ἐστὶν, οὐ μὴν ὅ γε
9. μέλας εὐθέως ἅπας καὶ γλυκὺς, ἀλλ᾿ αὐστηροί τινες ἐξ αὐτῶν
10. ὑπάρχουσιν, οἷοι παρ᾿ ἡμῖν ἐν Ἀσίᾳ πλησίον Περγάμου
11. καὶ κατὰ Περπερίναν τε καὶ Αἰγάς. ὁ δὲ κατὰ τὴν Κιλικίαν
12. Ἀναβάτης αὐστηρός τε ἅμα καὶ γλυκύς ἐστιν, ἐξ
13. ἐναντίων ποιοτήτων συγκείμενος· διὸ καὶ μοχθηρὸς ὑπάρχει,
14. μήτ᾿ ἀναδιδόμενος μήθ᾿ ὑπερχόμενος, ἀλλ᾿ ἐπὶ πλέον
15. τε παραμένων τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν
16. ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς εἰς τὰ κατὰ
17. τὴν γαστέρα χρήσιμος, ὅταν ἤτοι πλείω τοῦ προσήκοντος
18. ὑπέρχηται κατ᾿ αὐτὴν, ἢ ξυσματώδη· τηνικαῦτα γὰρ ἐπιτήδειός
19. ἐστιν, ὥσπερ γε καὶ ὁ λευκὸς οἶνος ὁ αὐστηρὸς, ὅσα
1. τ᾿ ἄλλα φάρμακα στύφοντα. πρὸς δὴ ταῦτά φησι καὶ τὸν
2. κιῤῥὸν οἶνον ἁρμόττειν, οὐχ ἁπλῶς ἅπαντα λέγων τὸν κιῤῥὸν,
3. ἀλλὰ τὸν αὐστηρὸν κιῤῥόν· ἐπ᾿ ἀμφοτέρων γὰρ ἀκούειν γε
4. χρὴ τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον οὕτως· κιῤῥῷ
5. δ᾿ ἂν οἴνῳ καὶ μέλανι τοῖς αὐστηροῖς ἐν ταύτῃσι τῇσι
6. νούσοισιν εἰς τάδε ἂν χρήσαιο. διττὸς γὰρ ὁ κιῤῥὸς, ὥσπερ
7. καὶ ὁ μέλας, ὁ μὲν γλυκὺς, ὁ δὲ αὐστηρός· ὄντος καὶ τρίτου
8. παρ᾿ ἑκατέρῳ, ἐξ ἐπιμιξίας ἀμφοτέρων τῶν ποιοτήτων.
9. ἀλλ᾿ ὅ γε μίαν ἔχων ποιότητα διττὸς μὲν ἑκατέρᾳ χρόᾳ,
10. κεφαλῆς δὲ καὶ γνώμης ὁ κιῤῥὸς μᾶλλον ἅπτεται, διότι καὶ
11. θερμότερός ἐστι τοῦ μέλανος· τῷ δ᾿ αὐτῷ λόγῳ καὶ τοὺς
12. πυρετοὺς αὐξάνει, τούτοις γὰρ ἐπιτήδειοι μόνοι τῶν οἴνων
13. εἰσὶν οἱ ὑδατώδεις. εἰκότως οὖν ἐκώλυσε χρῆσθαι τοῖς
14. αὐστηροῖς οἴνοις, εἴτε κιῤῥοὶ τὴν χρόαν εἴτε μέλανές εἰσιν,
15. ἐν δὲ ταῖς καρηβαρίαις καὶ ταῖς βλάβαις τῶν φρενῶν, τουτέστιν
16. ὅπου ὁ πυρετὸς αὐτῶν ἥψατο· καὶ προσέτι γε κᾀκεῖνα
17. τῶν κατὰ θώρακά τε καὶ πνεύμονα νοσημάτων, ἐν οἷς
18. ἴσχεται τὸ πτύελον, ἀνεπιτηδείους τοὺς τοιούτους οἴνους εἶναί
1. φησι καὶ τῶν οὔρων ἐπεχομένων, διὰ τὸ πάχος δηλονότι
2. καὶ τὴν στύψιν.