5. Προξυνιέναι δὲ δεῖ ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ
6. τὴν κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ· τὰ δὲ
7. κατ᾿ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.
9. Ὁ ἀκρατέστερος οἶνος, ὡς εἴρηκε, τοῖς κατ᾿ ἔντερον
10. μᾶλλον ἐπιτήδειός ἐστιν· εἰκότως οὖν ὀνίνησιν αὐτὰ
11. τῷ λόγῳ τῆς στύψεως, δι᾿ ἣν καὶ τὸ βοηθεῖν ὅλως εἶχεν·
12. ἀλλὰ ταύτην γε τὴν στύψιν ἐκλύει κεραννύμενος ὑδαρὴς καὶ
13. διὰ τοῦτο ἧττον ὀνίνησιν αὐτά. καθάπερ δὲ ταῦτα μᾶλλον
14. ὀνίνησιν τῷ λόγῳ τῆς στύψεως, ὅταν ἀκρατέστερος ᾖ, οὕτω
15. τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ᾿
16. ἐστὶν ἃ ἐδήλωσεν εἰπὼν, τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει
17. δὲ καὶ τὰ δεόμενα δι᾿ οὔρων ἐκκαθαίρεσθαι τὰ σώματα·
18. πασῶν γὰρ τῶν ἐκκρίσεων ἐφεκτικός ἐστιν ὁ αὐστηρὸς
1. οἶνος. ταῦτα περὶ οἴνων ὁ Ἱπποκράτης εἰπὼν εὐθὺς ἐπὶ
2. μελίκρατον μεταβαίνει, τὰ μὲν ἄλλα σχεδὸν ἅπαντα τὰ
3. περὶ τῶν οἴνων δείξας, ἓν δὲ παραλιπὼν ἀνεξέργαστον, ὃ
4. διῆλθον ἐγὼ κατὰ τὸ πάρεργον· ὅτι τοῖς πυρέττουσιν οἶνος
5. ἐπιτηδειότατός ἐστιν ὁ ὑδατώδης. ἔστι δ᾿ οὗτος ὁ λευκὸς
6. μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν, ἐπιφανῆ μηδεμίαν
7. ἔχων ποιότητα τῶν τοῖς ἄλλοις οἴνοις ὑπαρχουσῶν, μήτ᾿
8. αὐστηρότητα, μήτε στρυφνότητα, μήτε γλυκύτητα, μήτε δριμύτητα,
9. μήτ᾿ ὀσμήν· τῷ γὰρ τοιούτῳ καὶ τὰς τοῦ ὕδατος
10. κακίας καὶ τὰς τοῦ οἴνου ἐκπεφευγέναι μόνῳ τῶν πάντων
11. οἴνων ὑπάρχει. γεννῶνται δὲ καθ᾿ ἕκαστον ἔθνος ἔνιοι
12. τοιοῦτοι, κατὰ μὲν τὴν Ἰταλίαν ὁ ἄτονος Σαβῖνος, ὃν καὶ
13. διδόασι τοῖς πυρέττουσιν· ἐν Ἀσίᾳ δὲ ὅ τε Τιτακαζηνὸς
14. καὶ Τιβῖνος. ἀκηκοὼς δὲ αὐτοῦ τὰ γνωρίσματα ῥᾳδίως
15. εὑρήσεις καθ᾿ ἕκαστον ἔθνος οἴνους τοιούτους, ἐν οἷς χωρίοις
16. πάνυ τι λεπτοὶ καὶ ὑδατώδεις οἶνοι γίγνονται· ἐγὼ
17. γοῦν καὶ κατὰ τὴν Κιλικίαν καὶ Φοινικίην καὶ Παλαιστίνην
18. καὶ Σκῦρον καὶ Κρήτην εὗρον οἴνους τοιούτους· ἀλλ᾿ ὅμως
19. οἷον εἴρηκα καὶ κατὰ πάντα τὰ χωρία τεθέαμαι καὶ τό γε
1. θαυμασιώτερον, ὅτι καὶ κατ᾿ Αἴγυπτον· παχεῖς γὰρ οἶνοι
2. καὶ ὀσμὴν ἔχοντες καὶ ἰσχυροὶ σφόδρα ἐν τοῖς θερμοῖς χωρίοις
3. γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ Βιθυνίαν καὶ
4. τὴν Ἀσίαν θαυμαστὸν οὐδέν ἐστι πολλοὺς ὑδατώδεις γίνεσθαι.
5. ζητήσαι δ᾿ ἄν τις διὰ τί παρέλιπεν ὁ Ἱπποκράτης
6. ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυσμένῳ λόγῳ, καίτοι
7. γε ἀλυποτέρων ὄντων τοῖς πυρέττουσιν ἤπερ οἱ ἄλλοι
8. πάντες. οὐδὲ γὰρ οὐδὲ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὸν
9. τοιοῦτον οἶνον· αὐτὸς γοῦν ὀλίγον ὕστερον ἐν τῷ τοῦ μελικράτου
10. λόγῳ τάδε γράφει· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου
11. καὶ ἀνόσμου, ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ καὶ
12. ἀσθενέστερον· ταῦτ᾿ εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ
13. λεπτῷ καὶ ὀλιγοφόρῳ, τουτέστιν ὀλίγον ὕδωρ φέροντι καὶ
14. ἀνόσμῳ. σαφῶς γοῦν καὶ ἀκριβῶς εἰπὼν τὰ γνωρίσματα
15. τοῦ οἰνώδους οἴνου καὶ διελθὼν ὡς καὶ κεφαλῆς ἅπτοιτο
16. καὶ φρενῶν, ἱκανὴν ἐνόμισεν εἶναι καὶ περὶ τοῦ ἐναντίου
17. αὐτῷ τοῦ ὑδατώδους τὴν διδασκαλίαν, ἡμῶν δυναμένων λογίσασθαι
18. τὰ ἐναντία ὑπάρχειν αὐτῷ.