Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 3.9, ed. Kühn, 1828, vol. 15, p. 650-651. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:3.9


2. Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν
3. ὀξείῃσι νούσοισι, τὸ ἐπίπαν μὲν τοῖς πικροχόλοισι
4. καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ
5. τοιούτοισίν ἐστι.

7. Τὸ διὰ πάσης τῆς νόσου δηλωτικόν ἐστι τοῦ τὸν λόγον
8. αὐτῷ γίγνεσθαι περὶ τῶν νοσημάτων ἐκείνων, ἐφ᾿ ὧν
9. ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ, πρὸ τοῦ τὴν
10. ἀκμὴν τῆς νόσου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα
11. καὶ πνεύμονά τι νοσημάτων εἴη, πυρέττοντος τοῦ
12. κάμνοντος ὀξέως, ἥ τε δύναμις ἰσχυρὰ καὶ παραιτέρω τῆς
13. πέμπτης ἡ νόσος οὐ μέλλει γενήσεσθαι, μελίκρατον αὔταρκές
14. ἐστι μόνον πινόμενον ἐξαρκέσαι ποιῆσαι τὸν κάμνοντα.
15. τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπιτηδειότατόν ἐστιν ἐπὶ τοῖς
16. τοιούτοις νοσήμασι τὸ μελίκρατον, ἦττον δὲ τοῖς πικροχόλοις
17. ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν
18. ἢ κατ᾿ ἔντερον ἢ κύστιν, ὡς εἴ γε διεξέλθοι, πρὸς τῷ
1. μὴ βλάψαι μηδὲν ὀνίνησι μέγιστα, συνυπάγεται γὰρ αὐτῷ
2. χολώδη περιττώματα. συνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ
3. περὶ τῆς κράσεως αὐτοῦ· συμφέρει γὰρ αὑτοῦ ὑδαρέστερον
4. ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε
5. διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις,
6. οὕτως καὶ τοῖς μεγαλοσπλάγχνοις οὐκ ἐπιτήδειον εἶναί φησιν
7. αὐτό· μεγαλοσπλάγχνους δὲ νῦν εἶπεν οὐχ οἷς φύσει μεγάλα
8. σπλάγχνα εἰσὶν, ἀλλ᾿ οἷς κατά τι πάθος εἰς ὄγκον ᾔρθη σκιῤῥούμενα
9. καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα. μοχθηρὸν
10. γὰρ ἐν τούτοις γίγνεται, μὴ δυνάμενόν γε διεξέρχεσθαι
11. ταχέως αὐτὰ, ἐκχολούμενόν τε ῥᾳδίως καὶ μάλιστα ἐν ταῖς
12. φλεγμοναῖς διὰ πλῆθος τῆς θερμασίας, ὡς ἔν γε τοῖς ἄλλοις
13. παρὰ φύσιν ὄγκοις ἧττόν ἐστι βλαβερόν.

Cliquer un n° de page pour en afficher l’image