Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.1, ed. Kühn, 1828, vol. 15, p. 734-738. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.1


7. Καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία ἐν θερινῇ
8. ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς
9. ἑαυτά.

11. Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηρὰν, ἄν τ᾿ ἐπὶ
12. τῇ τελευτῇ τοῦ ἔαρος ἄν τε ἐν ἀρχῇ τοῦ θέρους ἤν τ᾿ ἐν
13. τοῖς μέσοις ἢ τοῖς τελευταίοις ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ
14. φθινοπώρου ᾖ. δέδεικται δ᾿ ἐν τοῖς ὑπομνήμασι τῶν ἐπιδημιῶν
15. ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα
16. τὴν τοῦ σώματος διάθεσιν, ἡ μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, ἡ
17. δ᾿ ὑγρὰ πρὸς τὸ ὑγρότερον· ἐπιδέδεικται δὲ καὶ ὅτι τὴν κατὰ
1. φύσιν κρᾶσιν σύμμετρος ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι
2. πάντων ὡσαύτως ἐχόντων, ὅσα κατὰ τὴν ὅλην δίαιταν οἱ
3. ἄνθρωποι πράττουσιν. ἐπιδέδεικται δὲ καὶ ὅτι τῆς κατὰ
4. φύσιν τε καὶ συμμέτρου καταστάσεως ἐξιστάμενον τὸ σῶμα,
5. καθότι ἂν ἐξίστηταί τε καὶ μεταβέβληται, κατὰ τοῦτο καὶ
6. τῆς οἰκείας ἐπικουρίας δεῖται, ξηραινόμενον μὲν ὑγραίνεσθαι,
7. ὑγραινόμενον δὲ ξηραίνεσθαι, θερμαινόμενον δὲ ψύχεσθαι,
8. ψυχόμενον δὲ θερμαίνεσθαι. ὅτε οὖν κατά τινα
9. περίστασιν πραγμάτων, ὧν αὐτὸς ἐρεῖ παραδείγματα, συμβῇ
10. τινα ξηρανθῆναι φλεβία καθ᾿ ὁτιοῦν μέρος τοῦ σώματος,
11. ἐπισπᾶται ταῦτα τὰς ἐκ τῶν πλησιαζόντων μορίων
12. ὑγρότητας. ἐὰν μὲν οὖν ὡς τῇ συστάσει φύσιν ὑγρὰν ἔχωσιν
13. οὕτω καὶ τὴν δύναμιν ὑγραντικὴν αἱ εἰς τὰς ξηρανθείσας
14. φλέβας ὑγρότητες ἐνεχθεῖσαι, τὴν κατὰ φύσιν εὐκρασίαν
15. ἀναλαμβάνει τὸ μόριον· ἐὰν δὲ δριμεῖα μὲν ᾖ κατὰ
16. τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύναμιν ἡ ὑγρότης,
17. ἐκπυροῦται τὸ σῶμα, καθάπερ εἰ καὶ ἡμῶν τις αὐτῶν διψήσας
18. ἐκπίῃ χανδὸν ἢ οἶνον τεθαλασσωμένον ἄκρατον ἢ
1. ὕδωρ ἁλμυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτός ποτε ἐξ ὁδοιπορίας
2. θερινῆς διψώδης γενόμενος, εἶτα πιὼν οἴνου παλαιοῦ
3. κύλικα μίαν ἀκρατεστέρου βραχὺ, παραυξήσας μᾶλλον, οὐ
4. παύσας ἐπ᾿ αὐτῇ τὸ δίψος. ὥσπερ οὖν ἡμεῖς καίτοι τὸν
5. λογισμὸν ἔχοντες ἐπιστατοῦντα ταῖς ὀρέξεσιν
6. ἐνίοτε μὲν ἀμελέστερον, ἐνίοτε δὲ προπετέστερον, ἔστι δ᾿ ὅτε
7. τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάσθημεν ἐπί τι τῶν ἁλμυρῶν
8. καὶ δριμέων ἀφικέσθαι ποτῶν, οὕτως καὶ ἡ ἐν ταῖς φλεψὶ
9. δύναμις ἑλκτικὴ διὰ παντὸς ἐπισπᾶται τὴν ἐκ τῶν πλησιαζόντων
10. ὑγρότητα, μὴ διακρίνουσα τὴν οὐσίαν αὐτῆς ὁποία
11. τίς ἐστιν· οὐ γὰρ ἔχει λογισμὸν ὡς σκέψασθαί τι περὶ τοῦ
12. βελτίονος, ἀλλ᾿ ὥσπερ τὰ παιδία καὶ τὰ βοσκήματα τὸ
13. προστυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον
14. κᾀκείνη. ἐὰν μὲν οὖν καθ᾿ ἕν τι μέρος τοῦ σώματος
15. ἡ διάθεσις αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυσιπελατῶδές
16. τι πάθος ἔσται. αἱ δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα φλέβες ὑπερξηρανθεῖσαι
17. τὰς ἐκ τῶν σαρκῶν ὑγρότητας εἰ ἐπισπάσωνται
18. θερμὰς οὔσας, ἐν ὅλῳ τῷ σώματι γίγνεται καυσώδης
1. διάθεσις. ἀλλ᾿ ὅ γε καῦσος ἰδίως καλούμενος οὐ μόνον τῇ
2. σφοδρότητι τῆς καθ᾿ ὅλον τὸ σῶμα γιγνομένης θερμασίας
3. διαφέρει, ἀλλὰ καὶ τῷ δίψει· βίαιόν τε γάρ ἐστιν ἐν τούτῳ
4. καὶ ἄπαυστον. ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήσει περὶ
5. τῆς τοῦ καύσου γενέσεως ὁ περὶ τῶν μορίων λόγος, ὃν
6. ἡμεῖς ἀρτίως προσεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ᾿ ἓν ὁτιοῦν,
7. ἐνίοτε δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα καῦσος γίγνεται· ἐπὶ μὲν
8. τοῦ καθ᾿ ὅλον τὸ σῶμα γενομένου, ἐξ ἅπαντος δίψαν ἐργάζεται·
9. ἐπὶ δὲ τῶν καθ᾿ ἕν τι μέρος, οὐκ ἐξ ἀνάγκης εἰ μὴ
10. αὐτὸ τὸ μέρος τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον
11. καὶ μάλιστα τὸ στόμα τῆς γαστρὸς, ἐφεξῆς δὲ ἡ γαστὴρ
12. καὶ μετὰ ταύτην ὁ στόμαχος, εἶτα πνεύμων, εἶτα νῆστις. ἆρ᾿
13. οὖν οὕτως μόνον γίγνεται καῦσος, ὡς εἶπεν, ὅταν ἐπισπάσηται
14. τὰ φλεβία δριμεῖς καὶ χολώδεις ἰχῶρας ἐς ἑαυτά; ἢ
15. καὶ τῆς σαρκὸς ταὐτὸ τοῦτο παθούσης ἔσται καῦσος, εἶτ᾿
16. οὖν καθ᾿ ἓν μόριον, εἴτε καθ᾿ ὅλον τὸ σῶμα συμβῇ παθεῖν
17. αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουσα τῶν
18. ἐνδεόντων αὐτῇ. καὶ μέντοι καὶ καθ᾿ ἕτερον τρόπον ἐγχωρεῖ
1. γενέσθαι τὴν ὁμοίαν διάθεσιν· ἕτερον δὲ τρόπον λέγω,
2. ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων
3. τὰ περιττώματα. δέδεικται γὰρ, ὥσπερ ἑλκτικὴ
4. δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστὶν, οὕτω καὶ ἀποκριτική·
5. οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε
6. δὲ ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας
7. ἐπιχυθῆναι τῶν εἰρημένων μορίων, ὅ τί περ ἂν αὐτῶν ἀσθενέστερον
8. ᾖ· ὅτι δὲ ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας,
9. εὔδηλον.

Cliquer un n° de page pour en afficher l’image