Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.10, ed. Kühn, 1828, vol. 15, p. 748-750. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.10


14. Καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥέῃ, λύεται τὸ πάθος, καὶ ἢν
15. ἱδρῶτες ἐπιγίγνωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν
16. καὶ παχέων καὶ λείων ὑφισταμένων.

18. Ἐν τοῖς ὀξέσι πυρετοῖς ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ
1. ζέον τοῦ αἵματος· ὅταν οὖν ἀναῤῥήξασα τὰς φλέβας ἡ φύσις
2. ἀποχέῃ τοῦτο μετὰ τῶν συναχθέντων ἀτμῶν, ἑτοιμότερον
3. κρατεῖν τῶν λοιπῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον ὅταν
4. καὶ διὰ τῶν ἱδρώτων ἀποχέῃ τοὺς ζέοντας ἰχῶρας, ἰᾶται
5. τὴν νόσον, ὅταν γε πεπεμμένου τοῦ νοσήματος ἐπιγίγνωνται.
6. λέλεκται γὰρ ἤδη περὶ τούτου πολλάκις ἐν ἄλλοις τέ τισιν
7. ὑπομνήμασιν ἐξηγητικοῖς καὶ ἐν τοῖς περὶ κρίσεων. ὥσπερ
8. οὖν ἐν τῷ πρώτῳ μέρει τοῦδε τοῦ βιβλίου, τῷ κατὰ πάντας
9. ὡμολογημένῳ γνησίῳ, τὸν ἀπὸ τῆς πέψεως τοῦ νοσήματος
10. σκοπὸν ὡς χρήσιμον εἰς δίαιταν παρέλαβεν, οὕτω καὶ νῦν
11. εἰς πρόῤῥησιν· αὐτὸ μὲν οὐκ ἔγραψε τὸ τῆς πέψεως ὄνομα,
12. τὸ δὲ βεβαιότατον αὐτοῦ σημεῖον ἐν τοῖς οὔροις ἔγραψεν.
13. ἄριστον μὲν οὖν ἐστι τὸ λευκήν τε καὶ λείαν ἔχον
14. τὴν ὑπόστασιν οὖρον, ὡς ἐν τῷ προγνωστικῷ δεδήλωται·
15. οὐ μὴν ἀξιώσεις γε ἀεὶ φαίνεσθαι, ἀλλ᾿ ἀρκέσει σοι
16. πολλάκις ἐπὶ τῇ κατὰ φύσιν χροιᾷ τε καὶ συστάσει χρηστὸν
17. ἐναιώρημα φανὲν εἰς τὴν τῆς σωτηρίας ἐλπίδα. καὶ δὴ
18. τούτων οὕτως ἐχόντων πεπλεόνασται κατὰ τὴν ἑρμηνείαν ἡ
1. λέξις· ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺς
2. εἶναι τοὺς ἱδρῶτας, ὥστε ἐκ περιττοῦ πρόσκειται·
3. τὸ δὲ γνήσιοι οὐ κυρίως ἐπ᾿ αὐτῶν λέγοιτο· κατὰ γὰρ
4. τὰς τῶν νοσημάτων ἰδέας ἐπιφέρειν εἰώθασι τὴν τοιαύτην
5. προσηγορίαν οἵ τ᾿ ἄλλοι τῶν ἀρίστων ἰατρῶν καὶ αὐτὸς ὁ
6. Ἱπποκράτης.

Cliquer un n° de page pour en afficher l’image