10. Πόμα ὑδρωπιῶντι. Κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν
11. ἑκάστης καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοις
12. ὕδατος τὰ σώματα· ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ
13. βρεχέσθω, ὑπαλειφόμενος δὲ πρότερον, νῆστις δὲ πινέτω,
14. ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.
1. Ταύτην τις ἀναγνοὺς τὴν ῥῆσιν ἰατρὸς τολμηρὸς ἀφελὼν
2. τὰ προειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι·
3. καὶ μετὰ μίαν ἡμέραν ἀπόστημά τι σχὼν ὁ ἄνθρωπος
4. εἰς τὴν γαστροκνημίαν, εἶτα μετὰ τρεῖς ἄλλας τμηθεὶς
5. ὑπ᾿ αὐτοῦ, πλείστου ῥυέντος ὕδατος, ἔδοξε τεθεραπεῦσθαι·
6. προσεστάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖστον τοῦ παρὰ
7. φύσιν ὄγκου· ἀλλ᾿ ὅμως ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας.
8. ἐπετίμησεν οὖν τις τῷ ἰατρῷ, κακῶς φάσκων δεδόσθαι τὰ
9. σώματα τῶν κανθαρίδων· ἐχρῆν γὰρ ἀφελόντα τὰ σώματα
10. δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὰ
11. πτερὰ καὶ τοῦτ᾿ εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. οὐκ
12. ὀκνήσας οὖν ὁ εὔτολμος ἰατρὸς ἐπ᾿ ἄλλου πάλιν δέδωκεν
13. οὕτως, εἶτ᾿ ἀποστήματος ὁμοίως κατὰ τὸν μηρὸν γενομένου
14. καὶ τμηθέντος αὐτοῦ καὶ ῥυέντος ὁμοίως τοῦ ὑγροῦ παραχρῆμα,
15. μετὰ πολλὰς ἡμέρας ἀποθανεῖν συνέβη καὶ τοῦτον.
16. ἔστι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων σκευαζομένῳ
17. κεχρημένους τινὰς εὑρεῖν ἄνευ βλάβης τῶν πινόντων
18. αὐτό.