Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.105, ed. Kühn, 1828, vol. 15, p. 914-919. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.105

 

2. Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν
3. φλέβα. ἢ πιτύην συστρέψαντα ἐμβῆσαι εἰς τὸν μυκτῆρα.
4. ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπισπασάμενος πίεσον καὶ
5. τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν καὶ τὴν κοιλίην
6. λῦσον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν,
7. ψυκτικὰ πρόσφερε, ἢν ὥρη θερμὴ γίγνηται. σησαμοειδὲς
8. ἄνω καθαίρει, ἡ πόσις ἡμιόλιον δραχμῆς ὁ σταθμὸς
9. ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισιν
10. καὶ ἧσσον πνίγει, τὸ τρίτον μέρος τῆς πόσιος.
11. τριχώσιος. ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ
12. κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου
13. ἐς τὸ κάτω διακεντήσας, δίες καὶ ἄλλο ὑποκάτω τούτου·
14. ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει ἕως ἂν
15. ὑποπέσῃ. κᾒν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ,
16. ὀπίσω ποιέειν τὰ αὐτά. καὶ τὰς αἱμοῤῥοΐδας τὸν αὐτὸν
17. τρόπον διώσεις τῇ βελόνῃ ὡς παχύτατον εἰρίου οἰσυπηροῦ
1. ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, (ἀσφαλεστέρη γὰρ
2. γίνεται ἡ θεραπείη) εἶτα ἀποπιέσας τῷ σηπτῷ χρέο καὶ
3. μὴ βρέχε πρὶν ἀποπέσῃ καὶ ἀεὶ μίαν καταλίμπανε· καὶ
4. μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι, εἶτα γυμναζέσθω καὶ
5. ἀφιδρούτω, γυμνασίου τε τρίψις πολλὴ ἀπὸ ὄρθρου·
6. δρόμου δὲ ἀπεχέσθω καὶ μέθης καὶ τῶν δριμέων
7. ἔξω ὀριγάνου. ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ
8. μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα. οἶνον δὲ κιῤῥὸν,
9. αὐστηρὸν, ὑδαρέα τε καὶ ὀλίγον πινέτω. τοῖσι δὲ
10. ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἑψεῖν ὕδατι
11. καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον καὶ ἐπιχέας ἄλλο ἕψεε,
12. ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ. εἶτα
13. τρίψας λεῖον ξύμμισγε κύμινον πεφρυγμένον καὶ λευκὰ
14. σήσαμα καὶ ἀμυγδάλας νέας τρίψας, ἐν μέλιτι ἐκλεικτὸν
15. δίδου καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν. ῥοφήματα δὲ, μήκωνος
16. τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς
17. σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιηρὸν
18. ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα
1. λογιζόμενος τὸ δεῖπνον δίδου. δυσεντερίης. κυάμων
2. καθαρῶν τεταρτημόριον καὶ ἐρυθροδάνου δυοκαίδεκα
3. κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα λιπαρὰ διδόναι
4. ἐκλείχειν. ὀφθαλμῶν. σποδὸς πεπλυμμένη, λιπαρῶς πεφυρημένη
5. ὡς στέαρ, μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ
6. τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε
7. ἀναξηράνας ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν
8. γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς
9. καὶ παράπασσε τοὺς κανθούς. Ὑγρῶν. Ἐβένου
10. δραχμὴν, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης
11. τρίβων, κρόκου τριώβολον, ταῦτα τρίψας λεῖα, παράχεε
12. οἴνου γλυκέος κοτύλην Ἀττικὴν, κᾄπειτα ἐς τὸν ἥλιον
13. θεὶς, κατακαλύψας, ὁκόταν συνεψηθῇ, τούτῳ χρέο. πρὸς
14. τὰς περιωδυνίας. ἔστω χαλκίτιδος δραχμὴ, σταφυλῆς
15. ὁκόταν δύο μέρεα λειφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον
16. τρίψας, ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ καὶ
17. τούτῳ ἐπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ
1. ἀγγείῳ. ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι
2. δυσὶ δακτύλοισι καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν
3. δὲ μὴ, σπασμώδεα. τοῖσιν ὑδρωπιώδεσιν. μηκώνειον λεκίσκιον
4. Ἀττικὸν στρογγύλον πόσις. λεπίδος μηλαὶ τρεῖς
5. τῷ πλάτει καὶ ἀλεύρου σητανίου, κολλήσαντα ταῦτα, λεῖα
6. τρίψας, καταποτὰ ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει
7. καὶ κοιλίην ἐκκοπροῖ. ἐς ἰσχάδας, ὀποῦ τοῦ τιθυμάλλου
8. ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην τῷ εἰρημένῳ,
9. εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι, δίδου τῷ
10. εἰρημένῳ πρὸ τῶν σιτίων. τοῖς ὑδρωπικοῖς τὸ μὲν κώνιον
11. τρίβων, ὕδωρ ἐπιχέας, δίδου ἐσθίειν καὶ ἐπιπίνειν.
12. καὶ τὸ μηκώνειον τρίβων, ὕδωρ ἐπιχέων καὶ διηθέων,
13. ἄλευρον φύρων, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν
14. ὑδρωπικοῖσι τρώγειν δίδου, καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα,
15. ἢ μελίκρητον ὑδαρές. τὸ δὲ ἀπὸ τῶν κοπρίων μηκώνειον
16. ξυλλέγων ταμιεύου καὶ θεράπευε.

1. Φανερῶς ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον
2. ὑπόμνημα συμμίκτων εἶναι θεωρημάτων, ἀτάκτως τῆς μεταβάσεως
3. ἀπ᾿ ἄλλων πρὸς ἄλλα γιγνομένης, ὥσπερ καὶ
4. νῦν ἐπὶ τῆς ἐκ τῶν μυκτήρων αἱμοῤῥαγίας γέγραπται βοηθήματα,
5. τὰ μὲν αὐτῷ τῷ μέρει τῷ αἱμοῤῥαγοῦντι προσφερόμενα,
6. τὰ δὲ ἀντισπαστικὰ, καθάπερ ἡ γαστὴρ λυομένη,
7. τὰ δὲ τῆς κεφαλῆς πυκνωτικὰ καὶ στυπτικὰ, καθάπερ τὰ
8. ψύχοντα. τὰ δ᾿ ἐφεξῆς τούτων ἅπαντα φαρμάκων ἔχει
9. γραφὰς καί τινα παραμεμιγμένα βοηθήματα. περὶ πρώτου
10. μὲν οὖν τὸν λόγον ποιεῖται καλουμένου σησάμου, ἐφεξῆς δὲ
11. τριχῶν ἐν τοῖς βλεφάροις χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουσιν
12. ἀναβρογχισμόν. καὶ μετὰ ταῦτα πάλιν ὁμοίως αἱμοῤῥοΐδων
13. καὶ τῆς ἄλλης ἰάσεως, εἶτ᾿ ἐμπύων φάρμακά τε καὶ
14. ῥοφήματα καὶ μετὰ ταῦτα σκευασίας φαρμάκων ὀφθαλμικῶν.
15. εἶτα περὶ τῶν ὑστερικῶν γινομένων, εἶτα περὶ τοῦ
16. μηκωνείου, εἶθ᾿ ἑξῆς ὑδραγωγὸν φάρμακον, εἶτ᾿ ἐκκοπρωτικὸν,
17. εἶθ᾿ ἑδρικοῖς, ὑδερικοῖς τε δίδωσι διὰ μηκωνείου καὶ
1. ἰτρίων. ἔστιν οὖν ἐφεξῆς τῶν εἰρημένων τὰ μὲν πλεῖστα
2. σαφῆ, παρέγκειται δέ τινα καὶ ἀσαφῆ, περὶ ὧν ἐφεξῆς
3. ποιήσομαι τὸν λόγον.

Cliquer un n° de page pour en afficher l’image