18. Ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης
1. ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται
2. παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.
4. Αἱμοῤῥαγίας καὶ ἱδρῶτος μνημονεύσας, ἂν χωρὶς τούτων
5. ὁ καῦσος παύσηται, φησὶν ἄπιστον εἶναι τὴν λύσιν·
6. ὑποστρέψει γὰρ ὀλίγον ὕστερον· ἔσται γὰρ, φησὶ, κατὰ τὴν
7. ὑποστροφὴν ἄλγημα σκελέων ἢ ἰσχίου καὶ πτύσει παχέα. τὸ
8. μὲν γὰρ αἱμοῤῥαγίας ἢ ἱδρῶτος ἢ ἀποστήματος δεῖσθαι τὸν
9. μέλλοντα κριθῆναι, δύναιτ᾿ ἄν τις εἰρῆσθαι δοκεῖν ὑγιῶς,
10. ἐάν τε προστεθῇ τοῖς εἰρημένοις ἃ θεραπεύων αὐτὸς ἔγραψε,
11. ἐμεῖν τε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν, διδούς τε
12. ποτὸν ὕδωρ καὶ μελίκρατον ὑδαρὲς ἑφθόν· ὥστε ἐὰν μετὰ
13. τούτων τις λέγῃ, τὴν αἱμοῤῥαγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ
14. ἀπόστημα λύειν τὸν καῦσον, ἄλλως δὲ μὴ δύνασθαι λυθῆναι,
15. τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν· ἐπιεικῆ δὲ εἶπον,
16. ὡς μετρίως ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόσθεν, οὐ
17. μὴν ἄμεμπτόν γε παντάπασιν· οὐ γὰρ ἀληθής ἐστιν ὁ λόγος.
18. τὸ γὰρ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον, ὑπὸ καύσου
1. ἐχομένῳ, ῥίγεος ἐπιγενομένου λύσις, ἀληθέστατόν ἐστιν· ἕπεται
2. δ᾿ ἐξ ἀνάγκης τῷ ῥίγει τούτῳ ποτὲ μὲν ἱδρὼς μόνος,
3. ἐνίοτε δὲ ἔμετος χολωδῶν μόνος ἢ κάτω διαχώρησις μόνη·
4. πολλάκις δὲ τῶν εἰρημένων τριῶν γίγνεται τὰ δύο καί ποτε
5. πάλιν τὰ τρία. τῶν γὰρ δύο τούτων ἀναγκαῖόν
6. ἐστιν ἐπὶ τοῦ καύσου γίνεσθαι θάτερον, εἰ μέλλοι λυθήσεσθαι
7. τελέως ἢ ἐκκριθῆναι τοὺς τελέως χολώδεις χυμοὺς ἢ
8. σβεσθῆναι· διὸ καὶ παραλελεῖφθαι δόξει τὸ κυριώτατον ἴαμα
9. τῶν καύσων ἡ τοῦ ψυχροῦ πόσις, ᾗ διὰ παντὸς ἡμεῖς
10. ἐθεραπεύσαμεν τοὺς καύσους, οὐδενὸς ἀποθανόντος, ᾧ ψυχρὸν
11. ὕδωρ ἐδώκαμεν ἐν τῷ προσήκοντι καιρῷ, περὶ οὗ
12. κατὰ τὴν ἐξήγησιν τοῦ προτέρου μέρους τοῦδε τοῦ βιβλίου
13. διῆλθον ἐπ᾿ ὀλίγον, ἐν ἄλλοις δὲ ὑπομνήμασί τε καὶ συγγράμμασιν
14. ἐπὶ πλέον. ἴσως οὖν οἰήσεταί μέ τις λέγειν μηδένα
15. τῶν καυσουμένων τεθνήξεσθαι, πιόντα ψυχρὸν ὕδωρ
16. ἐν τῷ προσήκοντι καιρῷ· καίτοι οὐ τοῦτο αὐτὸς εἶπον,
17. ἀλλ᾿ ὅτι πᾶσιν οἷς ἔδωκα παμπόλλοις οὖσιν ὡς μηδὲ μεμνῆσθαι
18. τὸν ἀριθμὸν αὐτῶν, ἠκολούθησεν ὠφέλειά τε καὶ σωτηρία.
1. τοῦτο δ᾿ οὐ ταὐτόν ἐστι τῷ πάντως τοὺς καυσουμένους,
2. ἂν πίωσι ψυχρὸν ὕδωρ, σωθήσεσθαι· οὕς γὰρ ὀλεθρίως
3. τε καὶ ἀσώστως ἔχοντας οὕτε δι᾿ ἄλλου τινὸς οὔτε
4. δι᾿ ὕδατος σῶσαι δυνατόν ἐστιν, τούτοις οὐδ᾿ ἐπεχείρησα
5. δοῦναι. τὸ δ᾿ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, καὶ πτύσεται
6. παχέα ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι, παραφυλακτέον ἐστί
7. σοι κατ᾿ ἐκείνους μόνους τοὺς καύσους, ὁπόσοι πεπονθότος
8. τοῦ πνεύμονος γίγνονται.