Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.13, ed. Kühn, 1828, vol. 15, p. 753-757. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.13


11. Καύσου γένος ἄλλο. ἡ κοιλίη ὑπάγουσα δίψης ἐστὶ μεστή.
12. γλῶσσα τρηχεῖα, ξηρὴ, ἁλικώδης.

14. Τὸ τοῦ γένους ὅνομα τοὺς παλαιοὺς Ἕλληνας εὑρίσκω
15. καὶ κατὰ τῶν ὁμωνύμως λεγομένων ἐνίοτε φέροντας, τῶν
16. μὲν ἕν ἐχόντων τὸ σημαινόμενον, ἐκ δὲ τῆς κατ᾿ αὐτὸ τομῆς
17. εἰς διαφορὰς πλείους ἀφικνουμένων· ἐφ᾿ ᾧ πολλάκις
18. εἰώθαμεν λέγειν γενικὰς εἶναι διαφορὰς τοῦδε τοῦ πράγματος
1. δύο ἢ τρεῖς ἢ τέσσαρας ἢ ὅσας δυνατόν. ὄντων δὲ καὶ
2. τῶν ὁμωνύμων διττῶν, τινῶν μὲν μηδ᾿ ὅλως ἀλλήλοις κοινωνούντων,
3. ὡς ὅταν κύνα τὸν ἐπίπεδόν τε καὶ τὸν ἐνάλιον
4. λέγωμεν· ἐνίων δὲ κοινωνούντων κατά τι τοῖς συνωνύμοις,
5. ὅταν ἀφ᾿ ἑνὸς ἔχωσι τὴν προσηγορίαν γεγενημένην· ποῦ
6. ποτ᾿ ἀναφέρωνται, προσεπισκεπτέον, ὡς εἴρηται, τὰ δύο
7. γένη τῶν καύσων· γνωσθήσεται δ᾿ ἀκριβῶς τοῦτο τοῦ κατὰ
8. τοὔνομα λόγου, τῆς οὐσίας ἑκατέρου δηλωθείσης. ἐπεὶ δ᾿
9. ὁ λόγος ὑπὸ τῆς ἐννοίας κρίνεται, σκεπτέον εἰ τὴν ἔννοιαν
10. ἔχομεν τοῦ καύσου πυρετοῦ σύμφωνον οὕτως, ὥσπερ ἀνθρώπου
11. καὶ βοὸς καὶ ἵππου· ἐκπίπτειν δὲ τοῦ λόγου μέλλοντος
12. εἰς μῆκος μεῖζον ἢ καθ᾿ ὑπόμνημα, συνελεῖν αὐτὸν
13. ὥσπερ καὶ τοὺς ἄλλους, εἰς βραχὺ κεφάλαιον σπεύσομεν ἀρχὴν
14. τῷ λόγῳ τήνδε ποιησάμενοι. τὸν καῦσον πυρετὸν εὑρίσκω
15. τοὺς ἰατροὺς λέγοντας, ὅταν ἡ θερμασία διακαίῃ τὸν
16. ἄνθρωπον, ἄπαυστόν τε τὸ δίψος ἔχῃ· καὶ εἴπερ οὕτως
17. ἔχει τοῦτο, τὸν μὲν ἄνευ τοῦ διακαίειν τὸ σῶμα δίψαν
18. παρηγορουμένην ἔχοντα καῦσον μὲν ἁπλῶς, ἀκριβῆ δὲ καὶ
1. γνήσιον οὐκ ἐροῦμεν· ἐξ ἡμίσεος δ᾿ ὄντα τοιοῦτον οὐ χεῖρον
2. ὀνομάσαι συντόμου διδασκαλίας ἕνεκα νόθον καῦσον,
3. ὥσπερ ἐπὶ τῶν τριταίων πυρετῶν εἰώθαμεν χρῆσθαι ταῖς
4. προσηγορίαις. οὕτως ἀκουσόμεθα τοῦ δύο εἶναι γένη καύσων
5. πυρετῶν, ὡς εἴ γε καὶ γένη τριταίων τις εἴποι δύο,
6. τὸν μὲν ἀκριβῆ τε καὶ γνήσιον, ἕτερον δὲ νόθον, ᾧ
7. τινὰ μὲν πάρεστι τῶν τούτου συμπτωμάτων, ἔνια δ᾿ οὔ.
8. ὅτι δ᾿ ὁ δεύτερος καῦσος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν,
9. οἷον ἐλλιπής τίς ἐστι καὶ οὐ τελέως διηκριβωμένος εἴσῃ
10. σαφῶς προσέχων τὸν νοῦν τοῖς ὑπ᾿ αὐτοῦ συγγραφέως εἰρημένοις
11. συμπτώμασιν ὑπ᾿ αὐτοῦ γίνεσθαι. κατὰ μὲν γὰρ τὴν
12. ἀρχὴν ἔφη, κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη,
13. ξηρὴ, ἁλικώδης, μὴ προσθεὶς ὃ προσέθηκεν ἐπὶ τοῦ προτέρου·
14. ὁ γὰρ νόθος τῶν τοῦ γνησίου καύσου συμπτωμάτων
15. τὸ μὲν ἕτερον ἔχει, τὸ δ᾿ ἕτερον οὐκ ἔχει. πάλιν ἐφεξῆς εἰπὼν
16. τὴν γλῶτταν εἶναι τραχεῖαν καὶ ξηρὰν οὐ προσέθηκε
17. τὸ μέλαιναν, ὥσπερ ἐπὶ τοῦ προτέρου, ἀλλὰ ἀντὶ τούτου
18. τοῦ συμπτώματος εἶπεν ἁλικώδη. ὥσπερ γὰρ ὅταν ἡ γλῶττα
1. γένηται πικρὰ, τὴν ξανθὴν ἐνδείκνυται πλεονάζειν χολὴν,
2. οὕτως ὅταν ἁλικὴ, τὸν ἁλικόν τε καὶ ἁλμυρὸν ὀνομαζόμενον
3. χυμὸν, ὅστις ἕν τι τῶν τοῦ φλέγματός ἐστιν εἰδῶν, τριῶν
4. ὄντων, ὡς ἔμαθες, ὀξέος, ἁλμυροῦ, γλυκέος· ὥσπερ οὖν ὁ
5. πρότερος καῦσος ἐπὶ τῇ πικρᾷ χολῇ συνιστάμενος ἐκκρίσεις
6. ὠχρὰς εἰργάζετο κατὰ διττὴν αἰτίαν, ὅτι τε λεπτὸς ἦν ὅτι
7. τε κατ᾿ αὐτὸν ὁ διακαὴς πυρετὸς ηὐξάνετο, προσεγγενομένης
8. ἐν αὐτῷ τῆς ξανθῆς χολῆς, οὕτω γοῦν ὁ φλεγματώδης
9. χυμὸς οὔτ᾿ εὔκριτος ὣν οὔτε αὐξάνει τοὺς πυρετοὺς
10. οὔτε φλογώδη τὴν δίψαν ἔχει οὔτε ἐμπνευματοῦται. καὶ
11. διὰ τοῦτο εἴρηκεν ἐπ᾿ αὐτοῦ, κοιλίη ὑπάγουσα, διαχωρεῖν αὐτὴν
12. μόνην δηλώσας, ἐναντίον ὂν τῷ μὴ διαχωρεῖν· ὑπέρχεται
13. μὲν γὰρ τούτοις ἡ γαστὴρ, οὐ μὴν κατὰ χυμοῦ τινος
14. ἰδέαν, ἀλλ᾿ αὐτῶν τῶν προσφερομένων ἐν τροφῆς μοίρᾳ
15. διαφθειρομένων. οὐ γὰρ ἐπὶ πομάτων οὗτοι διαιτῶνται,
16. καθάπερ οἱ πλεῖστοι τῶν τὸν πρότερον καῦσον νοσούντων·
17. ἐπειδὴ σύντομον ἐκεῖνοι τὴν ἔκκρισιν ἔχουσιν, ἐπὶ λεπτῷ
18. καὶ ζέοντι χυμῷ συνιστάμενοι, βραδεῖαν δ᾿ οὗτος διὰ τὸ
1. ψυχρὸν καὶ γλίσχρον καὶ παχὺ τῆς τοῦ φλέγματος οὐσίας.
2. οὔκουν ἐνδέχεται ποτῷ μόνῳ χρῆσθαι τοὺς οὕτως νοσοῦντας·
3. τοῦτο γὰρ ἐμάθομεν ἐπὶ τῶν μελλόντων πέττεσθαι περὶ
4. τὴν ε΄ ἢ τὴν ζ΄ ἡμέραν, ἰσχυρᾶς οὔσης δηλονότι τῆς δυνάμεως·
5. εἰ δ᾿ εἰς τὴν θ΄ ἢ ιδ΄ ἢ κ΄ ἐμπίπτειν μέλλει τὸ νόσημα,
6. χυλῷ πτισάνης ἐξ ἀρχῆς ἐπ᾿ αὐτοῦ χρώμεθα.

Cliquer un n° de page pour en afficher l’image