9. Οὔρων ἀπόληψις, ἀγρυπνίη, ἀκρωτήρια ἐψυγμένα.
11. Οὔρων ἀπόληψις. εἴωθε λέγεσθαι παρ᾿ αὐτοῦ ὅταν ἢ
12. οὐκ ἀξιολόγως, ἢ μηδ᾿ ὅλως φέρηται· γίγνεται δὲ τοῦτο κατὰ
13. τὸν προκείμενον ἐν τῷ λόγῳ καῦσον, ἐπὶ τῷ πάχει τοῦ
14. χυμοῦ. ἀγρυπνίη. τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύσων
15. καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευσεν αὐτοῦ, καὶ
16. γὰρ γίγνεται μᾶλλον ἐπ᾿ ἐκείνου, διότι ἡ κεφαλὴ μᾶλλον ἐκπυροῦται.
17. ἀκρωτήρια ἐψυγμένα. τοῦτο τὸ σύμπτωμα τοῦ
1. δευτέρου ἐστὶ καύσου· οὐ δεῖ δὲ ἁπλῶς εἰρῆσθαι τὸν λόγον,
2. ἀλλὰ μετὰ διορισμοῦ τινος· οὐ γὰρ ἀεὶ τοιοῦτός ἐστιν, ἀλλ᾿
3. ὅταν κακοήθης ᾖ. κατὰ μὲν γὰρ τοὺς χολώδεις καὶ διακαεῖς
4. πυρετοὺς, ἄχρι τῶν περάτων τοῦ σώματος ἐκτείνει τὴν θερμασίαν,
5. κᾂν μὴ κακοήθης ὁ καῦσος ᾖ, κατὰ δὲ τοὺς φλεγματικοὺς
6. ἡ καπνώδης τῆς θερμασίας οὐσία, ὅταν ἐν τοῖς
7. κατὰ γαστέρα χωρίοις ἢ τὸ ἧπαρ ἢ τὸν πνεύμονα γένηται
8. σῆψις ἁλικοῦ χυμοῦ, δι᾿ ἐκείνην μὲν ἡ πυρώδης θερμασία
9. γίγνεται· κακοηθευσαμένου δὲ τοῦ νοσήματος, ἀκρωτήρια
10. ψύχεται διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, καὶ τὸ μέγεθος
11. τῆς φλεγμονῆς ἐφ᾿ ἑαυτὴν ἑλκούσης πᾶν τὸ αἷμα·
12. χωρὶς γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένηταί ποτε τὸ νόσημα