15. Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ, ἢ ἀπόστημα περὶ
16. τὸν τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα
17. παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίνεται)
1. ἢ ἰσχίων ὀδύνη, ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται, καὶ ὄρχις
2. ἐνταθεὶς, κριτικόν.
4. Ὅτι δι᾿ ἀποστημάτων μᾶλλον ἢ ἐκκρίσεων οἱ ἐπὶ φλέγματι
5. σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἔχουσι πολλάκις
6. δέδεικται· κατὰ δὲ τὸν προκείμενον καῦσον, οὐκ ἀποστημάτων
7. μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ προσέθηκε καὶ αἱμοῤῥαγίαν,
8. γινομένην ἐπ᾿ ἐκείνων μᾶλλον τῶν καύσων, ἐφ᾿ ὧν
9. ἡ τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίγνεται· θερμαινομένη
10. γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ κεφαλὴ πληροῦται
11. τοῦ αἵματος, ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων
12. ἢ ἀναστομουμένων τῶν φλεβῶν, διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ
13. περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς
14. οὕτω πάσχουσιν. ὅσοις δὲ τοῦ πάθους ἡ σύστασις ἐν τοῖς
15. κατὰ τὴν νῆστιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον
16. αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ ἡ τῶν ἰσχίων
17. ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ ἡ τοῦ ὄρχεως ἔντασις
18. τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται δ᾿ ἔντασις
1. ὄρχεως ἐνίοτε μὲν ὑπὸ τῆς καθ᾿ ἑαυτὸν φλεγμονῆς, ἐνίοτε
2. δὲ ὑπό τινος τῶν ἄνω φλεγμαινόντων ἑλκομένου. τὸ δὲ
3. καὶ πτύσματα παχέα πτύειν ἐνίους αὐτῶν ἐπὶ τῶν κατὰ
4. τὸν πνεύμονα πάθος ἐχόντων εἴρηται, πέψεως ἤδη γεγονυίας.
5. εὔδηλον οὖν ἐκ τούτου τὸ συγκεχυμένον καὶ ἄτακτον καὶ
6. ἀδιόριστον τῆς διδασκαλίας, ὅπερ ὑποτυπώσει μὲν ἕνεκα
7. συγγραμμάτων γιγνομένῃ πρέπει, συγγράμματι δ᾿ οὐδαμῶς
8. ἐστιν οἰκεῖον· ἐπὶ γὰρ πολλοῖς μέρεσι πεπονθόσι γιγνομένων
9. τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆς συμπτωμάτων γεγράφθαι
10. τὸν κατάλογον καὶ μὴ ἀδιορίστως τε καὶ ἀτάκτως, ἀλλ᾿ ἢ
11. κατὰ τὸ οἰκεῖον προκείμενον νόσημα ποιεῖν. καὶ τὸ, κοιλίη
12. ὑπάγουσα, κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡς ἀεὶ τοῖς
13. καύσοις ὑπάρχοντος τοῦ συμπτώματος, ἀλλ᾿ ὡς ἐνίοτε, τοῖς
14. γὰρ ἐν τῇ γαστρὶ τὴν εἰρημένην διάθεσιν ἔχουσι διαφθειρομένων
15. τῶν σιτίων αἱ διαχωρήσεις ὑγραὶ, τοῖς δ᾿ ἐν τῷ
16. πνεύμονι ἔχουσι τῆς γαστρὸς ἀπαθοῦς ὑπαρχούσης οὐκ
17. ἀνάγκη τὰ διαχωρούμενα τοιαῦτα εἶναι, τοὐναντίον γὰρ
18. ἐνίοτε τοῖς οὕτω διακειμένοις συμβαίνει σκληρὰν καὶ δυσδιαχώρητον
1. εἶναι τὴν γαστέρα. καὶ μὴν δὴ καὶ οἷς κατὰ
2. τὸ ἧπάρ ἐστιν ἡ οἷον ῥίζα τοῦ καύσου καὶ τοῖς διὰ τὸ ἧπαρ
3. καυσουμένοις, ποτὲ μὲν ἔκκρισις ὑγρὰ, ποτὲ δὲ ξηρὰ τὰ
4. διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷον τὰ καλούμενα σπυραθώδη,
5. κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ
6. σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον,
7. τοῦτο ἐργάζεται· ὅταν δὲ σὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ
8. ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς
9. ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα
10. τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ
11. κεχυλῶσθαι.