14. Ῥοφήματα ἐπισπαστικὰ δίδου.
16. Ὃ πολλάκις εἴωθα λέγειν, ὡς ἀσαφὴς λέξις οὐδὲν διδάσκει,
17. τοῦτο καὶ νῦν ἐρῶ. τοῖς γὰρ διὰ φαυλότητα φλέγματος
18. νοσοῦσι ποτὸν μὲν ὀξύμελι χρησιμώτατόν ἐστι, τροφὴ
1. δὲ χυλὸς πτισάνης· ἀλλ᾿ ὅμως ἐγὼ, καίτοι γινώσκων ταῦτα
2. καὶ παρ᾿ ἑτέρου μαθὼν οὐδενὸς, οὐκ ἔχω μαντεύεσθαι τίνα
3. ποτὲ λέγει τὰ ἐπισπαστικὰ ῥοφήματα. τὸ γὰρ ὀξύμελι τμητικόν
4. τε καὶ διαιρετικὸν καὶ ῥυπτικὸν ἐγχωρεῖ λέγειν, ἐπισπαστικὸν
5. δ᾿ οὐδαμῶς, ὅτι γε οὐ δυνάμεθα δεῖξαι τὸ ἐπισπώμενον
6. ὑπ᾿ αὐτοῦ· οὕτως οὐδὲ τὸν τῆς πτισάνης χυλὸν
7. ἐπισπαστικὸν εἶναι φαίημεν. ἴσως οὖν ἐρεῖ τις κελεύειν αὐτὸν
8. τὴν γαστέρα ὑπάγειν τοῖς ἐπισπαστικοῖς, τουτέστι τοῖς
9. ἐπισπωμένοις τὸν παχὺν χυμὸν, ὁποῖός ἐστι καὶ ὁ τοῦ φλέγματος·
10. ἀλλ᾿ οὐκ ἂν εἶπε ῥοφήματα· φαρμάκων γὰρ τὸ
11. τοιοῦτον ἔργον, οὐ ῥοφημάτων ἐστὶν, ὥσπερ οὐδὲ πομάτων.
12. πρόδηλον οὖν γέγονεν, ὡς ἐν ταῖς ἀσαφέσι λέξεσιν
13. οὐδὲν γινώσκομεν βέβαιον, καὶ διὰ τοῦτο οὐδὲ ταύτῃ τῇ λέξει
14. ἐπιχειροῦμεν, οὐδὲν γὰρ ὡρισμένον οὐδὲ βέβαιον παρ᾿
15. αὐτῆς ἐστιν εὑρεῖν· ἀλλ᾿ οὐκ οἶδ᾿ ὅπως ἄνθρωποι, καθάπερ
16. καὶ ἄλλα πολλὰ φανερῶς ἁμαρτάνουσιν, οὕτω καὶ τὸ χαίρειν
17. τοῖς ἀσαφῶς εἰρημένοις· καίτοι πάντες ὥσπερ ἐξ ἑνὸς
1. στόματος τὴν μὲν σαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείας λέγουσι,
2. τὴν δὲ ἀσάφειαν κακίαν.