5. Τὰ δὲ ὀξέα πάθεα φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ
6. νόσημα καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ
7. αὐτέοισιν.
9. Οὗτος ὁ λόγος ἄξιός ἐστιν Ἱπποκράτους· θαυμάζω δὲ
10. πῶς οὐκ ἔγραψεν αὐτὸν ἐν ἀφορισμοῖς· ἐν ὀλίγῃ γὰρ τῇ
11. λέξει δύναμίς ἐστι μεγάλη, καθάπερ ἐν τοῖς ἀφορισμοῖς.
12. περὶ γοῦν τῶν φλεβοτομίας χρῃζόντων εἴρηται πολλάκις τοῖς
13. ἰατροῖς, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίας
14. ἀσφαλῶς εἴρηται διὰ δυοῖν βιβλίων ὑπ᾿ ἐμοῦ γεγραμμένων·
15. τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται περὶ φλεβοτομίας,
16. ἐν ᾧ τὰ πάντα χρήσιμα διδάσκεται· τὸ δ᾿ ἕτερον γέγραπται,
17. ὡς ἔφην, τοῖς ἰατροῖς τοῖς τε ἐμπειρικοῖς καὶ δογματικοῖς.
18. οἱ δ᾿ ἀμέθοδοι Θεσσάλειοι καθάπερ καὶ τἄλλα
1. χωρὶς ἀποδείξεως ἁπλῶς λέγουσιν, οὕτω καὶ τὴν φλεβοτομίαν
2. ἀπεφήναντο χαλαστικὸν εἶναι βοήθημα· τὸ χαλαστικὸν
3. δ᾿ αὐτὸ διαφόρως ἐξηγοῦνται, καθὼς δέδεικταί μοι διὰ τῶν
4. ἐμῶν ὑπομνημάτων περὶ τῆς μεθοδικῆς αἱρέσεως ἐπισκεπτομένῳ.
5. τῷ μὲν οὖν ἅπασαν ἀναλέξασθαι τὴν περὶ τῆς φλεβοτομίας
6. ἱστορίαν βουλομένῳ πάρεστιν ἀναγινώσκειν τά θ᾿
7. ἡμέτερα καὶ τὰ τῶν ἄλλων ἰατρῶν βιβλία· νυνὶ δὲ αὐτὸ τὸ
8. κεφάλαιον αὐτῆς ἄκουσον, εἰς ὀλίγους τέως ἀνηνεγμένον σκοπούς.
9. φλεβοτομήσεις γὰρ πρῶτον, εἴ σοι φαίνοιτο μέγα τὸ
10. νόσημα· φανερῶς ἀπὸ τοῦ νοουμένου πηλίκου τῷ βοηθήματι
11. χρῆται διὰ τὰ ἰσχυρὰ πάθη· οὐ διαφέρει γε μὴν ἰσχυρὸν
12. ἢ μέγα νόσημα φάναι. δεύτερος σκοπὸς τῆς φλεβοτομίας
13. ἐστὶν, εἰ ἀκμάζει κατὰ τὴν ἡλικίαν ὁ κάμνων· οὔτε
14. γὰρ παῖς οὔτε γέρων φέρουσι τὴν φλεβοτομίαν, οὐδ᾿ ἂν μέγα
15. νόσημα νοσῶσιν. ὁ δὲ δὴ τρίτος σκοπὸς εἴρηται τῷ
16. συγγραφεῖ τῆς ζωτικῆς δυνάμεως ἡ ῥώμη· καὶ γὰρ καὶ τῶν
17. ἀκμαζόντων ἐν ταῖς νόσοις οὐ διὰ πάντος ἡ ῥώμη ἐμφανεῖται.
18. ἴσως οὖν τινι δόξει τὰ δύο ἀρκεῖν μόνα σκοποὺς
1. ὑποθέσθαι φλεβοτομίας, μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως·
2. ὁ γάρτοι γέρων οὐ διὰ τὴν πολυετίαν αὐτὴν καθ᾿
3. ἑαυτὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως οὐ φέρει τὴν
4. φλεβοτομίαν. ἀλλ᾿ οἵ γε παῖδες ἰσχυροὶ τὴν ζωτικὴν δύναμιν
5. ὄντες, ὅμως οὐδ᾿ αὐτοὶ τὴν φλεβοτομίαν ἀνέχονται·
6. διαφορεῖται γὰρ αὐτῶν ἑτοίμως ἡ οὐσία, διά τε τὴν ὑγρότητα
7. καὶ διὰ τὴν θερμότητα τῆς κράσεως· οὔκουν δέονται
8. φλεβοτομίας, σύμφυτον ἔχοντες τὴν ἐκ τῆς κράσεως κένωσιν.
9. διὰ ταῦτα γὰρ οὖν οὐκ ἀρκεῖ μέγεθος νοσήματος καὶ ῥώμην
10. δυνάμεως σκοποὺς εἶναι φλεβοτομίας, ἀλλ᾿ ἄμεινον εἶναι
11. προστιθέναι καὶ τὴν τῶν ἀκμαζόντων ἡλικίαν. τό γε
12. μὴν ἐν ἀρχῇ τῆς ῥήσεως ἄξιον ἐπισκέψασθαι, ὅπως εἴρηται,
13. τὰ ὀξέα πάθεα φλεβοτομήσεις· τῶν δὲ χρονίων πῶς οὐκ
14. ἐμνημόνευσεν. ἐπειδὴ περὶ τῶν ὀξέων αὐτῷ νῦν ἐστιν ἡ
15. διδασκαλία καὶ διὰ τοῦτο περὶ τούτων μόνον ἐμνημόνευσε·
16. δέονται γὰρ καὶ τῶν χρονίων πολλὰ φλεβοτομίας, ὅταν καὶ
17. αὐτὰ τοῖς εἰρημένοις τρισὶν ὑπάγηται σκοποῖς. ὀρθῶς δὲ
1. πάντων τούτων εἰρημένων, οὐκ ὀρθῶς ὑποληπτέον κεκρίσθαι
2. πρός τινων, ὧν ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικὸς, ἐπὶ
3. μόνῃ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ φάσκων τετηρῆσθαι
4. φλεβοτομίαν· ἡμεῖς δὲ καὶ μὴ παρούσης αὐτῆς φλεβοτομοῦμεν,
5. ὅταν ὀδύνη σφοδρὰ καταλαμβάνῃ τὸν ἄνθρωπον ἐξαίφνης
6. ἢ θλασθῇ τι μόριον ἢ ὀστοῦν ἐξωσθῇ κατὰ ἄρθρον
7. ἢ ἄλλο τι ἄρθρον συναρθῇ· οὐ φλεβοτομοῦμεν δὲ ἀεὶ, καίτοι
8. τῆς πληθωρικῆς συνδρομῆς γενομένης, διὰ δὲ τρίψεως καὶ
9. λουτρῶν πλειόνων καὶ διαίτης ἐνδεοῦς, ἡμέραις δύο ἢ καὶ
10. τρισὶν εἰς τὸ κατὰ φύσιν ἄγομεν. εἴρηται δὲ περὶ τούτων
11. ἐπὶ πλέον ἐν τῷ περὶ πλήθους καὶ ἐν τῷ περὶ φλεβοτομίας,
12. ἔτι δὲ ἐν τῷ τῆς θεραπευτικῆς μεθόδου βιβλίῳ. ἱκανὰ
13. μὲν οὖν καὶ ταῦτα εἰς τὸ παρὸν, ὡς ἐν ὑπομνήματι, περὶ
14. φλεβοτομίας εἰρῆσθαι· προσθήσω δὲ, ἕνεκα τοῦ μηδὲν λείπειν,
15. τὸν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος σκοπὸν, ὅταν ᾖ
16. θερμὸς ἱκανῶς καὶ ξηρὸς, ὡς διαφορεῖσθαι ταχέως ὑπὸ τούτου
17. τὸ σῶμα· τηνικαῦτα γὰρ ἀφιστάμεθα τῆς φλεβοτομίας,
1. εἰ καὶ μέγα τὸ νόσημα καὶ ἀκμάζων ὁ ἄνθρωπος εἴη. τοῦτ᾿
2. οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου παρέλειψε μόνον, γράψας τὰ
3. λοιπὰ καὶ τὴν ἕξιν αὐτοῦ πάσχοντος σώματος· ἀλλ᾿ ἐπὶ
4. προήκοντί γε τῷ γράμματι καὶ τῆς ἕξεως ἐμνημόνευσε,
5. δυναμένης καὶ τὰς τῆς ἡλικίας διαφορὰς ἐν ἑαυτῇ
6. περιλαβεῖν, ὡς δείξω.