9. Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, ἤν τ᾿
10. ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται,
11. ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ κοιλίην
12. χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἂν ἐν ἀσφαλείῃ γένηται
13. ὁ νοσέων ἢ καὶ λιμοῦ χρῄζοι.
15. Ἡ συνάγχη τῶν κατὰ τὸν φάρυγγα μερῶν ἐστι φλεγμονὴ,
16. δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖς ἀνακαθαίρεσθαι,
17. τουτέστιν αὐτὰ τὰ περιεχόμενα κατὰ τὰ φλεγμαίνοντα
18. μόρια, κενοῦσθαι διὰ τῶν πτυσμάτων· τὸ γὰρ ἀκάθαρτον
1. σῶμα καὶ περιττωματικὸν, ἐκκενούμενον, εἰκότως ἄν τις
2. καθαίρεσθαι λέγοι. τὰ δ᾿ ἄλλα νοσήματα τὰ ὀξέα παραλείψας
3. περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡς κᾀν τῷ πρώτῳ μέρει
4. τοῦ βιβλίου πεποίηκεν· ἢν δὲ ἀσθενέστεροι, φησὶν, εἶναί
5. σοι δοκῶσιν ἢ διὰ τὸ πλῆθος τοῦ κατὰ τὴν φλεβοτομίαν
6. ἀφαιρεθέντος αἵματος ἢ καὶ ἄλλως, ἀντὶ τοῦ καθαίρεσθαι
7. κλυστῆρι χρῶ διὰ τρίτης ἡμέρας. χαλασθέντος γὰρ τοῦ
8. σώματος ὑπὸ τῆς φλεβοτομίας, ὅσον ὑπολείπεται κατὰ ποιότητα
9. μοχθηρὸν τῶν νοσαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυστήρων
10. ἐκκενῶσαι βούλεται. πρόδηλον δέ ἐστιν ὅτι σκοπὸν
11. ἔχει οὐ μόνον ὑπάγειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ
12. καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προσκείμενον
13. ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ ἢ καὶ λιμοῦ χρῄζοι, δῆλον τοῖς
14. μεμνημένοις τῶν ἐν τῷ πρώτῳ μοι βιβλίῳ διδαχθέντων.