17. Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν
18. ἐντάσιες ἢ πνευμάτων προτάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι
1. μὴ πῦον ὕπεισιν, ἀλλὰ ὑπὸ πνευμάτων ἀπολήψιος τὰ παθήματα
2. ταῦτα ἐπιγίνεται· μάλιστα δὲ καὶ ἥπατος περιωδυνίαι
3. καὶ σπληνὸς βάρεα καὶ ἄλλαι φλεγμασίαι τε
4. καὶ ὑπὲρ φρενῶν περιωδυνίαι τε καὶ ξυστροφαὶ νοσημάτων,
5. οὐ δύνανται λύεσθαι, ἤν τις πρότερον ἐπιχειρέῃ
6. φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν
7. ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμῶν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν
8. τὸ νόσημα ᾖ· εἰ δὲ μὴ καὶ ὕστερον φαρμακείης δεῖ. δέεται
9. δὲ καὶ ἀσφαλείης καὶ μετριότητος μετὰ φλεβοτομίην
10. φαρμακείη.
12. Κατάλογός ἐστι νοσημάτων φλεβοτομίας μὲν
13. πρότερον, ἐπ᾿ αὐτῆς δὲ καθάρσεως δεομένων, ὧν πρῶτον
14. ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια· οὐ κατὰ τὸ
15. τοῦ Ἱπποκράτους ἔθος ἄκουε τῆς φλεγμαίνοντα φωνῆς. καὶ
16. γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοσημάτων,
17. ἐρυσιπέλατα, ἕρπητες, ἄνθρακες, αὐταὶ αἱ ἰδίως ὀνομαζόμεναι
1. φλεγμοναί· ἅπαντες δὲ οἱ νεώτεροι τῶν ἰατρῶν καθ᾿
2. ἑνὸς εἴδους τῶν φλεγμαινόντων σωμάτων ἐπιφέρουσι τὸ πάλαι
3. ἁπάντων κοινὸν ὄνομα καὶ καλοῦσιν οὕτως μόνον ἐκεῖνον τὸν
4. ὄγκον, ὃς ἀντίτυπός τε καὶ ὀδυνηρὸς ᾖ μετὰ θερμασίας πολλῆς.
5. ὄντων δὲ καὶ ἄλλων ὄγκων παρὰ φύσιν, οἷον τοῦ τε
6. σκίῤῥου καὶ τοῦ καλουμένου παρὰ τοῖς νεωτέροις ἰατροῖς οἰδήματος
7. (ἦν γὰρ καὶ τοῦτο πάλαι κοινὸν ὄνομα πάντων τῶν
8. παρὰ φύσιν ὄγκων, ἔτι δὲ καὶ τῆς ἐμπνευματώσεως) εἴρηται
9. μὲν ἡμῖν ἑτέρωθι δι᾿ ἑνὸς βιβλίου περὶ τῶν παρὰ φύσιν
10. ὄγκων· ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ καθάπερ τὰ ἄλλα, διὰ
11. κεφαλαίων καὶ τοῦτο εἴρηται. σκίῤῥος μὲν ὁ ἀντίτυπος ὄγκος
12. καὶ ἀνώδυνος, ἡ δὲ πνευμάτωσις γίνεται διττῶς, ἤτοι κατά
13. τινας αἰσθητὰς κοιλότητας ἀθροιζομένου πνεύματος φυσώδους
14. ἢ λόγῳ θεωρητάς· ἐνίοτε γοῦν τινες ὄγκους παρὰ φύσιν ἐν
15. μυσὶν ἔτεμον, ὡς ἐν βάθει πῦον εὑρήσοντες, εἶθ᾿ εὗρον οὐδὲν
16. ἄλλο πλὴν πνεύματος ἐν ἁπάσῃ τῇ σαρκὶ κατὰ μικρὰ
17. παρεσπαρμένου. καὶ μέντοι καὶ θρόμβους ἐνίοτε μόνους οἱ
1. οὕτω τέμνοντες, ἢ γλίσχρον ὑγρὸν εὗρον ἢ μυξῶδες. ἀλλ᾿
2. ἐπὶ τῶν τοιούτων ὁ ὄγκος κατὰ τὸν θρόμβον ἢ τὴν μύξαν ἦν,
3. ὡσαύτως φαινομένης διακεῖσθαι τῆς σαρκός· τὸ δὲ πνεῦμα
4. κατὰ βραχύ ἐστι διεσπαρμένον ἐν ταύτῃ. κατὰ τοίνυν τὴν
5. προκειμένην ἐν τῷ λόγῳ ῥῆσιν τὰ φλεγμαίνοντα ὑποχόνδρια
6. φαίνεταί μοι μὴ κατὰ τὸ σύνηθες Ἱπποκράτει σημαινόμενον
7. εἰρῆσθαι· τίνα γὰρ ἕξει νοῦν τὸ προσκείμενον αὐτῇ, μὴ πνευμάτων
8. ἀπολήψει, τῆς φλογώδους θερμασίας ἐν ὑποχονδρίοις,
9. ἄν τε μετὰ πνεύματος ᾖ, ἄν τε μὴ, τὴν αὐτὴν ἔνδειξιν ἐχούσης;
10. οὐ μὴν οὐδ᾿ οὕτως ἔοικεν εἰπεῖν, ὡς ἐπὶ συνόδου λέγεσθαι
11. φλογώσεως τε καὶ πνευμάτων ἀπολήψεως γιγνομένων,
12. ὅπερ ἐστὶ ψεῦδος· οὐδέποτε γὰρ ἡ τοῦ πνεύματος ἀπόληψις
13. ἐπιφέρει φλογώδη διάθεσιν ἐν ὑποχονδρίῳ. ἔοικεν οὖν ὁ
14. γράψας ταῦτα φλεγμαίνοντα λέγειν ὑποχόνδρια τὰ εἰς ὄγκον
15. ᾐρμένα. τούτοις ἐφεξῆς ἐμνημόνευσε φρενῶν ἐντάσεως, εἶτα
16. πνευμάτων προτάσεως. ἡ μὲν οὖν τῶν φρενῶν ἔντασις εὔδηλός
17. ἐστι, τὰ δὲ προστεταμένα πνεύματα ἔοικε λέγειν, τὰ
1. οἷον ἐγκοπτόμενα περὶ ὧν ἐν τῷ προτέρῳ μέρει τοῦ βιβλίου
2. τοῦδε γέγραπται, πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, καὶ
3. λέλεκται περὶ αὐτοῦ κατὰ τὴν ἐξήγησιν ἐκείνης τῆς λέξεως.
4. ξηρὰν δὲ ὀρθόπνοια εἴρηκε τὴν χωρὶς πτυσμάτων ἢ ἄνευ
5. βήξεως ἰσχυρὰν οὕτω δύσπνοιαν, ὡς μὴ φέρειν τὴν κατάκλισιν,
6. ἀλλὰ πνίγεσθαι, περὶ ἧς ἔμαθες ὡς ὑπὸ στενοχωρίας
7. γίγνοιτο τῶν κατὰ τὸν πνεύμονα κοιλιῶν τοῦ πνεύματος,
8. αἵτινες τοῦτο πάσχουσι κατακειμένων μὲν μᾶλλον, ἑστώτων
9. δ᾿ ἧττον, ἀνακαθημένων γε δηλονότι πάντων ὀρθῶς
10. τῶν κατὰ τὸν θώρακα, διὸ καὶ καλεῖται ὀρθόπνοια· γιγνομένης
11. δ᾿ αὐτῆς ἐνίοτε μὲν διὰ φλεγμονὴν τοῦ σπλάγχνου,
12. καθάπερ ἐν περιπνευμονίαις, ἐνίοτε δὲ τῶν βρόγχων πεπληρωμένων,
13. φλεβοτομίας δεῖσθαί φησι τοὺς ὀρθόπνοιαν
14. πάσχοντας, οἷς μὴ πῦον ἤθροισται (πρόδηλον γὰρ ὡς ἐκεῖνοι
15. κενωθῆναι χρῄζουσι τὸ πῦον), τοὺς δ᾿ ὑπὸ πνεύματος
16. ἀπολήψεως, ὅπερ ἐστὶ στενοχωρουμένου τοῦ πνεύμονος,
17. ταῦτα πάσχοντας, φλεβοτομητέον ἐστί σοι. ὡσαύτως δὲ
18. καὶ ἥπατος περιωδυνίας καὶ σπληνὸς καὶ τὰς ἄλλας ἁπάσας
1. φλεγμασίας ὀνίνησιν ἡ φλεβοτομία καὶ συμπάσας τὰς συστροφὰς
2. τῶν νοσημάτων. εἰκὸς δ᾿ ἐστὶ συστροφὰς εἰρῆσθαι
3. νοσημάτων ὑπ᾿ αὐτοῦ, τὰς ὑπὸ τοῖς ὀγκουμένοις μορίοις
4. γιγνομένας· ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτως
5. ἐπὶ τῆς ἡμετέρας Ἀσίας πάντας τοὺς παρὰ φύσιν ὄγκους.
6. ἐπὶ τούτων γὰρ ἀπαγορεύεσθαι δεῖ καθαίρειν, πρὸ τοῦ φλεβοτομῆσαι,
7. καίτοι τοῦτον τὸν λογισμὸν ἐφεξῆς αὐτὸς ἐρεῖ
8. κατὰ τήνδε τὴν ῥῆσιν.