12. Καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὥσπερ ὑπ᾿ ὀστεοκόπου
13. ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
15. Πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων
16. φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις· τοῖς τοιούτοις γὰρ οἱ
17. σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήν
18. τε καὶ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ
1. τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν, τοῖς φλεγματώδεσιν
2. ἑπόμενοι χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα
3. τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέως
4. περὶ τῆς πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς ὑγιεινοῖς.