11. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειροῦσι
12. λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος
13. οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν
14. τὸ πάθος· τὰ δ᾿ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ
15. συντήκουσιν. ἀσθενέος δὲ τοῦ σώματος γιγνομένου τὸ νόσημα
16. ἐπικρατέει· ὁκόταν δὲ τὸ νόσημα ἐπικρατήσῃ τοῦ
17. σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.
1. Ἐν τῷ πέπονα φαρμακεύειν καὶ κινέειν προεξήγημαι
2. τὸν ἀφορισμὸν τοῦτον ἐν τοῖς αὐτοῖς συμπτώμασιν οἷσπερ
3. καὶ νῦν· ὀρθῶς ἐπὶ φλεβοτομίαν ἥκειν ἀξιοῖ πρότερον, ὅταν
4. τινὲς χυμοὶ μοχθηροὶ συῤῥέωσί τε καὶ ἀθροίζωνται κατά τι
5. μόριον, ὅπερ, ὡς ἔφην, συστρέφεσθαι λέγεται ἐν τῷδε τῷ
6. μορίῳ. τὸ δ᾿ ἐπὶ τῷ τέλει τῆς προγεγραμμένης ῥήσεως
7. ἔνιοι ποιοῦσιν ἀδιάγνωστον, οὐκ ὀρθῶς γράφοντες τὸ τῆς
8. φαρμακείας ὄνομα μετὰ τὴν τελευτὴν, εἰρηκότος τοῦ συγγραφέως
9. ἀσφαλείας μὲν καὶ μετριότητος δεῖσθαι φλεβοτομίαν
10. μετὰ φαρμακείαν, τὴν καλουμένην αἰτιατικὴν πτῶσιν ἀντὶ
11. γενικῆς ποιοῦντες. ἐν ὅλῃ γὰρ τῇ ῥήσει τουτέστιν αὐτὸ
12. τὸ συμβουλευόμενον, ἐπὶ φλεβοτομίαν ἥκειν πρότερον, εἶθ᾿
13. ἑξῆς ἐπὶ φαρμακείαν, οὐχὶ τοὐναντίον ὡς ἐκεῖνοι γράφουσιν,
14. ἐπὶ φαρμακείαν πρότερον παραληφθεῖσαν, εἶθ᾿ οὕτως ἐπὶ
15. φλεβοτομίαν ἀφικέσθαι. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς
16. γε προσεσχηκόσι ἀκριβῶς τὸν νοῦν οἷς εἴρηκα.