2. Τὸ δὲ ἄφωνόν τινα ἐξαίφνης γενέσθαι φλεβῶν ἀπολήψιες
3. ποιέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ
4. ἄλλης αἰτίης ἰσχυρῆς.
6. Ἀπολήψεις φλεβῶν ὠνόμασε τὰς πληρώσεις τῶν φλεβῶν
7. ὑπὸ πλήθους γινομένας. ὅταν οὖν αὗται
8. ὑπερπληρωθῶσι, βαρυνθῆναί τε τὴν δύναμιν ἀνάγκη καὶ
9. εἰς κίνδυνον ἀφικέσθαι τὴν ἔμφυτον θερμασίαν τοῦ ἀποσβεσθῆναι,
10. πνιγμῷ τι παραπλήσιον παθοῦσαν
11. ὑπὸ τοῦ πλήθους· ἐπιληψίαι τε γὰρ καὶ ἀποπληξίαι καὶ
12. καρδιακαὶ συγκοπαὶ γίγνονται· δι᾿ ἑνὸς γὰρ συμπτώματος
13. κοινοῦ τῆς ἀφωνίας τὰ τοιαῦτα συμπτώματα ἐδήλωσε.
14. προσέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο συμβῇ ἄνευ
15. προφάσιος ἢ ἄλλης αἰτίας ἰσχυρᾶς· πρόφασιν μὲν λέγων τὴν
16. φανερὰν αἰτίαν, ὡς εἰ καὶ παλαίων τις ἢ παγκρατιάζων ἐκ
17. περιθέσεως τῶν πήχεων εἰς κίνδυνον περιαχθείη τοῦ πνιγῆναι·
18. αἰτίαν δ᾿ ἄλλην ἰσχυρὰν οἷα τοῖς ἐκπληττομένοις διὰ
1. φόβον ἢ λύπην μεγίστην γίνεται. ἐπὶ δὲ τῶν νοσούντων ἡ
2. ἀφωνία γενέσθαι δύναται καὶ αὐτῶν μόνον ἐνίοτε τῶν φωνητικῶν
3. ὀργάνων βεβλαμμένων, ἢ καὶ τῶν ἀναπνευστικῶν·
4. δύναται δ᾿ ἂν καὶ δι᾿ ἔκλυσίν τινα πρόσφατον καὶ κάκωσιν
5. τῆς δυνάμεως. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενος
6. τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προσέθηκεν, ἢν
7. ὑγιαίνοντι συμβαίνῃ.