Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.23, ed. Kühn, 1828, vol. 15, p. 778-779. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.23


2. Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε, ἐρυθήματα
3. προσώπου καὶ ὀμμάτων στάσιες καὶ διαστάσιες
4. χειρῶν, τρισμοὶ ὀδόντων, σφυγμοὶ, σιηγόνων συναγωγὴ
5. καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ
6. τὰς φλέβας.

8. Τῶν ἐφεξῆς συμπιπτόντων τὰ προγεγραμμένα προσώπου
9. μόνου ἐρυθήματα πλῆθος αἱματικὸν ἐνδείκνυται. στάσις
10. ὀμμάτων, τουτέστιν ἀκινησία καὶ διαστάσιες χειρῶν· βεβλάφθαι
11. μὲν καὶ αὐτὰς συμβαίνει διὰ τὴν ἀρχὴν τῶν νεύρων,
12. ἀλλ᾿ ἕτερον τρόπον τῆς στάσεως τῶν ὀφθαλμῶν· αὕτη
13. μὲν γὰρ οἷον νάρκην τινὰ περὶ τὰς ἐνεργείας δηλοῖ κατὰ
14. τὴν ἀρχὴν τῶν νεύρων· αἱ δὲ διαστάσεις τῶν χειρῶν καὶ
15. οἱ τρισμοὶ τῶν ὀδόντων οὐ δι᾿ ἡσυχίαν οὐδὲ δι᾿ ἀκινησίαν
16. τῆς ἀρχῆς, ἀλλὰ διὰ πλημμελῆ γίνονται κίνησιν. οἱ δὲ
17. σφυγμοὶ τὶ ποτε δηλοῦσιν οὐ πάντῃ δῆλόν ἐστιν, ἐπειδὴ
18. κατὰ τῶν ἐν τοῖς φλεγμαίνουσι μορίοις ὀδυνηρῶν κινήσεων
1. ἐπέφερον οἱ παλαιοὶ τοὔνομα καὶ κατὰ τῶν παλμῶν καὶ
2. προσέτι καὶ ταύτης τῆς ἐν ταῖς ἀρτηρίαις σφοδρᾶς κινήσεως.
3. ἡ δὲ τῶν σιαγόνων συναγωγὴ σπασμῶδές ἐστι σύμπτωμα
4. καὶ ἡ τῶν χειρῶν διάστασις καὶ οἱ τρισμοὶ τῶν ὀδόντων.
5. ἥ γε μὴν τῶν ἀκρωτηρίων ψύξις ἐν τοῖς τοιούτοις πάθεσιν
6. ὑπὸ τοῦ πλήθους τῶν χυμῶν βαρύνεσθαι δηλοῖ τὴν ἔμφυτον
7. θερμότητα. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον,
8. πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας εἰκός ἐστιν ἐπὶ
9. τῆς ἀσφυξίας λέγεσθαι· φλέβας γὰρ ἐκάλουν οἱ παλαιοὶ τὰς
10. ἀρτηρίας· ἀπολήψεις οὖν πνευμάτων τὰς οἷον κατακλίσεις
11. τε καὶ ἡσυχίας δυνατὸν λέγειν. ἔνιοι δὲ δευτέρας ῥήσεως
12. ἑτέραν ἐχούσης διάνοιαν ἀρχὴν τίθενται ταύτην τὴν λέξιν,
13. ᾗ συνάπτουσι τὴν ἐφεξῆς γεγραμμένην.

Cliquer un n° de page pour en afficher l’image