16. Ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων
17. ῥευμάτων ἐπιῤῥύσιες γίνονται. ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενα·
18. δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες
1. ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥυέντα,
2. ὅθεν διαφθαρέντος τοῦ αἵματος καὶ τῶν πνευμάτων
3. οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν
4. καταψύξιες γίνονται ὑπὸ τῆς στάσιος καὶ σκοτώσιες
5. καὶ ἀφωνίη καὶ καρηβαρίη καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν
6. καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα διέλθῃ· ἔνθεν ἐπίληπτοι
7. γίνονται ἢ παραπλῆγες ἢν ἐς τοὺς περιέχοντας
8. τόπους ἐμπέσῃ τὰ ῥεύματα καὶ ὑπὸ τῶν πνευμάτων οὐ
9. δυναμένων διεξιέναι καταξηρανθῇ.
11. Ἐκ ταὐτοῦ τοῦ γένους τῶν προειρημένων λόγων καὶ ὁ
12. νῦν ἐστι καὶ ἔνιοι τοῦτον ἐκείνοις συνάπτουσι· καὶ διὰ τοῦτο
13. καὶ ἡ γραφὴ διττὴ τοῦ προγένηται ῥήματος εὑρίσκεται, τῶν
14. μὲν συναπτόντων τὸν ἐνεστῶτα λόγον τῷ προειρημένῳ καὶ
15. τὴν προς συλλαβὴν γραφόντων μετὰ τοῦ σ στοιχείου, τῶν
16. δὲ μὴ συναπτόντων διὰ τῆς προ χωρὶς τοῦ σίγμα. τὸ δὲ
17. λεγόμενόν ἐστι τοιοῦτον. ἡ τῶν ἀλγημάτων κίνησις εἴωθε
18. κινεῖν ἐπιῤῥοὴν ὑγρῶν ἐπὶ τὸ τὴν ὀδύνην ἔχον μόριον· ὅταν
1. οὖν κακοχυμότερον ᾖ τὸ σῶμα, μελαίνης τε χολῆς καὶ δριμέων
2. ἄλλων χυμῶν ἐπιῤῥύσεις γίνονται, δι᾿ ἃς ἔτι καὶ μᾶλλον
3. ἀλγεῖ τε ὁ κάμνων καὶ δάκνεται τὰ ἔνδον· ὑπὸ δὲ τῶν
4. εἰρημένων χυμῶν αἱ ἐν τῷ πεπονθότι μορίῳ φλέβες ἀνιῶνται
5. δακνόμεναι καὶ τοῦτο αὐτὸ ἑτέρου γίγνεται αἴτιον ἐναντίον.
6. πληρωθέντος γὰρ τοῦ πάσχοντος μέρους ὑπὸ τῶν
7. τοιούτων ῥευμάτων διαφθείρεται μὲν αὐτὸ τὸ αἷμα πρῶτον,
8. ἐπιπληροῦνται δὲ τὰ ἀγγεῖα καὶ τοῦτο πάσας
9. ἐν αὐτῷ τὰς τῶν πνευμάτων διεξόδους κωλύει· σαφῶς γὰρ
10. τοῦτό γε αὐτὸς ἐδήλωσεν εἰπὼν, τῶν πνευμάτων οὐ δυναμένων
11. ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, ὅπερ ὀλίγον
12. ἔμπροσθεν ἐκάλεσε πνευμάτων ἀπόληψιν. ὅταν δὲ στῇ τὸ
13. αἷμα καὶ σὺν αὐτῷ δηλονότι τὸ πνεῦμα, καταψύξεις γίνονται,
14. σκοτώσεις, ἀφωνίαι, καρηβαρίαι καὶ σπασμοί· τούτοις
15. δ᾿ ἕπονται καὶ παραπληξίαι τε καὶ ἐπιληψίαι, ὅταν εἰς τοὺς
16. περιέχοντας τόπους τὰς πληρωθείσας φλέβας ἐμπέσῃ τὰ
17. ῥεύματα· τόπους δὲ εἴρηκε δηλονότι τὰ μέρη τοῦ σώματος,
18. ἃ προσέγραψεν αὐτὸς, καρδίαν καὶ ἧπαρ καὶ φλέβα, τὴν
1. συνάπτουσαν δηλονότι τὰ εἰρημένα σπλάγχνα, τὴν κοίλην
2. ὕστερον ὑπὸ τῶν ἰατρῶν ὀνομασθεῖσαν, ἐπειδὴ τῶν κατὰ
3. τὸ σῶμα τοῦ ζώου φλεβῶν ἐστιν εὐρυτάτη. εἰκότως οὖν τὸ
4. ἐν τούτοις τοῖς τόποις αἷμα διὰ τὸ πεπληρῶσθαι τὰς φλέβας
5. οὐκ ἐπιτρέπει τὸ διεξέρχεσθαι τὸ πνεῦμα, ἀλλὰ καθάπερ
6. ἐν νεκρῷ τῷ σώματι πήγνυται. τοῦτο δὲ καὶ αὐτὸς ὁ
7. συγγραφεὺς ἐδήλωσε· καὶ τῶν πνευμάτων οὐ δυναμένων
8. διεξιέναι, καταξηρανθῇ· κυριώτερον δ᾿ ἦν εἰπεῖν ὑποπηχθῇ.
9. πήγνυται μὲν γὰρ δὴ καὶ τὰ ξηραινόμενα καὶ τὰ ψυχόμενα·
10. νυνὶ δὲ οὐ διὰ τὸ ξηραίνεσθαι πήγνυται τὸ αἷμα καὶ οἵ
11. ἐπιῤῥυέντες εἰς αὐτὸ μοχθηροὶ χυμοί· ἐξερχομένων γὰρ αὐτῶν
12. ἄσηπτόν τε ἅμα καὶ κεχυμένον ἐν τῷ κατὰ φύσιν ἔχειν
13. ἐργάζονται τὸ σύμπαν αἷμα· στάντων οὖν αὐτῶν καὶ τὸ
14. σύμφυτον θερμὸν ἀποβαλλόντων καὶ σβεννυμένων ἡ πῆξις
15. τοῦ αἵματος ὡς ἐν νεκρῷ τῷ σώματι γίγνεται. φλεβοτομηθέντων
16. οὖν αὐτῶν τῶν οὕτως καμνόντων, ψυχρὸν καὶ παχὺ
17. καὶ μόγις ἐκρέον τῶν φλεβῶν ὁρᾶται τὸ αἷμα διά γε τὴν
18. ψύξιν ταύτην. ἐνίοτε δὲ δι᾿ ὅλου γίγνονται τοῦ σώματος οἱ
1. σπασμοὶ καὶ πρὸς ἀγαθοῦ γε καὶ συμφέρουσιν ἔστιν ὅτε·
2. κλονοῦντες γὰρ ὅλον τὸ σῶμα πάντα τὰ μόρια θερμαίνουσιν,
3. ὥστε τὸ μὲν διαφορεῖσθαι τοῦ πλήθους, τὸ δὲ ὠθεῖσθαι
4. πρός τινα τῶν ἀκυρωτέρων μορίων, ἐν οἷς ὅταν δυσλύτως
5. σφηνωθῇ, τὴν παραπληξίαν ἐργάζεται δέδεικται γὰρ
6. ὡς οὕτως ὁ Ἱπποκράτης ὀνομάζει τὰς ἐξ ἀποπληξίας ἢ ἐπιληψίας
7. εἴς τινα τῶν ἀκυρωτέρων μορίων ἀποσκηπτούσας
8. παραλύσεις. ἐνίοτε καὶ χωρὶς σπασμοῦ τῆς ἀποπληξίας γενομένης
9. εἰς μορίου παράλυσιν ἐνίοις ἐτελεύτησε τὸ πάθος,
10. ὃ παραπληξία καλεῖται. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.