16. Καὶ ἀναλαμβάνοντα καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν
17. ἢν μὴ κουφίζηται ἄνω· τὴν δὲ κάτω κοιλίην ἢν
1. μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου καὶ πινέτω
2. μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον
3. ἑξκαίδεκα.
5. Μετὰ τὴν ἐκ φλεβοτομίας κένωσιν ἀνακτᾶσθαι κελεύει
6. καὶ ῥωννύναι τὸν ἄνθρωπον, ὅπως εἰ μηδὲν φαίνοιτο κεκουφισμένος,
7. ἐπὶ κάθαρσιν ἀχθῇ τὴν διὰ τῶν ἄνω μορίων,
8. ὅπερ ἐστὶ τὴν δι᾿ ἐμέτων. παραλέλοιπε δ᾿ εἰπεῖν ὀνομαστὶ
9. τὸ καθαρτικὸν φάρμακον, οὐδ᾿ ἐνέφηνε μὴν, ποιησάμενος
10. αὐτοῦ τὴν ἔκλεξιν· εὔδηλον γὰρ ὅτι πρὸς τὸ τοῦ νοσήματος
11. μέγεθος καὶ τῆς δυνάμεως τὴν ῥώμην ἀποβλέποντες ἢ τὸν
12. λευκὸν ἐλλέβορον ἤ τι τῶν ἄλλων τῶν τὸν ἔμετον κινούντων
13. δώσομεν. τὰ δὲ περὶ τῆς κάτω κοιλίας εἰρημένα πρόδηλα·
14. μὴ θαυμάσῃς δὲ τὸ πλῆθος τοῦ γάλακτος· οὕτω γὰρ πᾶσι
15. τοῖς παλαιοῖς ἦν σύνηθες. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν
16. ὅτι δι᾿ ὑγρότητα δίδωσιν ὄνου γάλα καὶ πρὸς τοῖς ἄλλοις
1. οὐδέ ἐστι πηγνύμενον ὅταν ποθῆ, καθάπερ τὰ παχέα· προσμιγνύναι
2. δ᾿ αὐτῷ μέλιτός τε καὶ ἁλῶν προσήκει.