Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.27, ed. Kühn, 1828, vol. 15, p. 786-791. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.27


5. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα
6. πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς
7. σφαγίτιδας φλέβας ἐπιῤῥυῇ καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν
8. εὐρύτητα ἐπισπάσωνται. ὅταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες
9. ἐμφράξῃ, τοῦ τε πνεύματος τὰς διεξόδους καὶ τοῦ
10. αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος
11. καὶ ἀκίνητον καὶ στάσιμον ποιεῖ, φύσει ψυχρὸν ἐὸν καὶ
12. ἐμφρακτικόν· διὰ τοῦτο πνίγονται, τῆς γλώττης ἀποπελιουμένης
13. καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ
14. τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν. τῆς γὰρ ὑποτεμνομένης
15. σταφυλῆς, οἱ δὲ κιονίδα καλέουσιν, ἑκατέρωθεν φλὲψ
16. παχεῖα. ὁκόταν οὖν πλήρεις αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν
17. ἐναποστηρίζονται ἀραιὴν ἐοῦσαν καὶ σπογγώδεα διά
18. γε τὴν ξηρασίην· ἡ δ᾿ ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη
1. ὑγρὸν ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου
2. δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου
3. δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ταχέως
4. βοηθῇ, φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων
5. καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτεμὼν καὶ φαρμακεύων
6. τοῖσιν ἐκλεικτοῖσι καὶ ἀναγαργαρίζων θερμοῖσι
7. καὶ τὴν κεφαλὴν ὑποξυρῶν καὶ κήρωμα τραχήλῳ
8. καὶ κεφαλῇ περιτιθέναι καὶ ἐρίοισι περιελίσσειν καὶ σπόγγοισι
9. μαλθακοῖσι ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα πυριῇν
10. πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δὲ
11. προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ.

13. Εἴτε σύναγχον ἐθέλοις λέγειν εἴτε κύναγχον, ἢ τὸ μὲν
14. ἕτερον αὐτῶν συνάγχην, τὸ δ᾿ ἕτερον κυνάγχην, εἴτε συνάγχην
15. ἄμφω καλέσεις, εἰδέναι δεῖ δύο λόγους εἶναι κυνάγχης·
16. πρὸς γὰρ τὴν θεραπείαν οὐδὲν τῶν ὀνομάτων δεόμεθα· εἴωθε
17. γὰρ διδάσκειν αὐτὴν ἄμεινον μακρῷ τῶν ἐν τοῖς ὀνόμασι
18. τερατευομένων· ὑπογράψω δέ σοι διὰ βραχέος λόγου τὴν
1. τῆς τοιαύτης διδασκαλίας ἰδίαν, ἀρχὴν τήνδε ποιησάμενος.
2. τῶν ἐκ τῆς κεφαλῆς καταφερομένων ῥευμάτων ἔνια μέν ἐστι
3. λεπτὰ κατὰ τὴν σύστασιν, ἔνια δ᾿ ἐκ παχέων καὶ γλίσχρων
4. χυμῶν. ὅσα μὲν οὖν τῶν λεπτῶν ἐστι, διεξερχόμενα τὰς
5. εὐρείας φλέβας ἐπὶ ταῖς στενωτέραις ἴσχεται· τοιαῦται δ᾿
6. εἰσὶν αἱ κατὰ τὸν λάρυγγα· τὸ δ᾿ ἐναντίον ἐπὶ τῶν παχέων
7. συμβαίνει, τῷ μὴ ἐνδύεσθαι πάσαις ταῖς λίαν στεναῖς φλεψὶ,
8. φθανόντων δὲ κατὰ τὰς εὐρυχώρους αὐτῶν ἴσχεσθαι. ἐσφηνωμένων
9. οὖν τῶν τοιούτων χυμῶν ἐν ταῖς κατὰ τὴν φάρυγγα
10. φλεψὶν, ἐπ᾿ ὄγκον αἴρεται τὸ μόριον, ὥσπερ ὁ λάρυξ ἐπὶ
11. τοῖς ἑτέροις, ἅτε δὴ παμπόλλῳ στενῶν ὄντων τῶν τοῦ λάρυγγος
12. ἢ τῆς φάρυγγος. εἶναι δὲ χρὴ ἀπέριττον τὸ πᾶν
13. σῶμα καὶ μὴ πληθωρικὸν, δυοῖν ἕνεκα, τῆς τε πρὸς τοῦ κενοῦν
14. ἀντισπάσεως καὶ διότι κενωθέντος, ἐπὰν ἀποκρουώμεθα
15. τῶν πεπονθότων τόπων τὸ ἐπιῤῥέον, ἐπιδέξεται ῥᾳδίως,
16. εἴτε διαφορεῖν ἐθέλοιμεν θερμαίνοντες, οὐδὲν τῷ θερμαινομένῳ
17. τόπῳ χορηγήσει. τὸ μὲν οὖν ὅλον σῶμα χρὴ
18. κενοῦσθαι διὰ φλεβοτομίας καὶ καθάρσεως καὶ κλυστήρων,
1. αὐτὰ δὲ τὰ πάσχοντα μόρια διὰ μὲν τῶν στυφόντων φαρμάκων,
2. ἀποκρουομένων τούς τε παραῤῥέοντας χυμοὺς καὶ
3. τῶν ἐστηριγμένων ὅσοι γε μὴ σφοδρῶς εἰσιν ἐμπεφραγμένοι
4. καὶ πάνυ γλίσχροι καὶ παχεῖς· διά τε τῶν θερμῶν καὶ δριμέων,
5. διαφορούντων τοὺς κατὰ τὰ πεπονθότα μόρια περιεχομένους
6. χυμούς· ἄνευ δὲ φαρμάκων αἱ ὑπὸ τὴν γλῶτταν
7. φλέβες ἐντεμνόμεναι τὴν ἐν τῇ φάρυγγι φλεγμονὴν ἐκκενοῦσιν.
8. ἐπεὶ δὲ τῶν χυμῶν ἔνιοι παχεῖς εἰσι καὶ γλίσχροι,
9. πολὺ δριμυτέρων τούτοις ἐστὶ φαρμάκων χρεία, τέμνειν δηλονότι
10. καὶ διαιρεῖν εἰς λεπτὰ καὶ καταθραύειν τὰ γλίσχρα
11. καὶ τὰ παχέα δυναμένων. καὶ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν
12. ἀντισπᾷν χρὴ τοὺς χυμοὺς, περιτιθέντας τῷ τραχήλῳ φάρμακα
13. δύναμιν ἔχοντα ἑλκτικήν· βέλτιον γὰρ τὰ κατὰ τὸ
14. δέρμα μᾶλλον ἢ τὸ βάθος πάσχειν τοῦ τραχήλου, διότι τὸ
15. μὲν πνεῦμα κατὰ μὲν τὰς εἰσπνοὰς ἐμπίπτει τῇ φάρυγγί τε
16. καὶ λάρυγγι, κατὰ δὲ τὰς ἐκπνοὰς ἔξω δι᾿ αὐτῶν φέρεται.
17. πολλάκις μέντοι τὰ παραγινόμενα ἐς τὰ προειρημένα μόρια
18. ῥεύματα μεθίστανται πρὸς ἄλλα τινὰ μόρια, τῆς φύσεως
1. ἀποτριβομένης αὐτά· καί ποτε κατ᾿ ἀρχὰς εὐθέως οὕτως
2. ἠνέχθη ὥστε πάλιν ἄλλας διαφορὰς γίνεσθαι τοῦ τε κατὰ
3. τὴν φάρυγγα καὶ κατὰ τὸν λάρυγγα ῥεύματος. εὔδηλον δ᾿
4. ὅτι τὰ πρὸς τὸ δέρμα χωρήσαντα πολὺ τῶν εἰς τὸ βάθος
5. κατασκηψάντων ἐστὶν εὐιατότερα· κοινὸν δ᾿ ἐπ᾿ ἀμφοτέρων
6. βοήθημα, τῶν τε κατὰ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς ἀφ᾿
7. ἧς ὁρμᾶται τὰ ῥεύματα γιγνέσθω σοι. οὗτος ὁ λόγος ἐδίδαξε
8. τά τε τῶν συνάγχων εἴδη καὶ τὰς αἰτίας αὐτῶν καὶ
9. τοὺς πεπονθότας τόπους καὶ τὰς θεραπείας, οὐδὲν δεηθεὶς
10. ὀνομάσαι συνάγχην τε καὶ κυνάγχην, ὥσπερ οὐδὲ σύναγχόν
11. τε καὶ κύναγχον. ὁ τοίνυν γράψας τὸ βιβλίον τοῦτο, μηδὲν
12. φροντίζων τῶν ὀνομάτων, ἅπαντα τὰ κατὰ τὴν φάρυγγα καὶ
13. τὸν λάρυγγα συνιστάμενα πάθη καὶ στενοχωροῦντα τὴν
14. ἀναπνοὴν, ὀνομάσας συνάγχους, δύο φησὶν αὐτῶν ὑπάρχειν
15. εἴδη, τὸ μὲν ἕτερον ὑπὸ κολλώδους τε καὶ ψυχροῦ ῥεύματος
16. γινόμενον, ὅπερ ἐστὶ καλεῖν φλεγματικόν· τὸ δ᾿ ἕτερον ὑπὸ
17. θερμοῦ καὶ δριμέος, ὅπερ οὖν πάλιν πικρόχολον ὀνομάζων
18. ἢ χολῶδες ἁπλῶς οὐκ ἂν ἁμάρτοις. κατασκήπτειν δέ φησι
1. τὸ πρότερον τῶν εἰρημένων ῥευμάτων εἰς τὰς εὐρυτέρας
2. φλέβας, ἐνδεικνύμενος ὅτι καθ᾿ ἕτερον τὸ χολῶδες εἰς τὰς
3. λεπτοτέρας ἀφικνεῖται. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα· δεῖ
4. δὲ προσέχειν οἷς εἶπον τὸν νοῦν· εἰ δὲ μὴ νοήσεις τὴν
5. πρώτην, δὶς καὶ τρὶς ἀναγνοὺς νοήσεις. ἐγὼ δὲ μεταβήσομαι
6. πρὸς τὸ δεύτερον εἶδος τοῦ συνάγχου.

Cliquer un n° de page pour en afficher l’image