9. Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν
10. τὸ ῥεῦμα καταῤῥυῇ καὶ νιτρῶδες, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ
11. καὶ θερμὸν γεγενημένον, δάκνει δὲ τὸ τοίονδε ἐὸν
12. καὶ ἑλκοῖ καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθόπνοια παραγίνεται
13. καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ
14. φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται,
15. καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. καὶ ἡ
16. φωνὴ ἀπέῤῥωγε καὶ τὸ πνεῦμα σμικρὸν καὶ ἡ ἀντίσπασις
17. τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε
18. τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται,
1. οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι·
2. τοῖσι τοιουτέοισι δὲ, ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου
3. ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη
4. ἐστὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
6. Πῶς καὶ διὰ τί; ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. τὸ
7. μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ
8. ἦρι κατασκήπτειν ἔφη. τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ
9. ἢ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡς
10. ἔμπροσθεν εἴρηται. ὀρθόπνοιαν δὲ τούτῳ τῷ εἴδει τῆς
11. συνάγχης προσεῖναί φησιν, ἥτις ὀρθόπνοια μεγάλης ἐστὶ
12. στενοχωρίας γνώρισμα, κατά τι τῶν ἀναπνευστικῶν μορίων
13. ἐνοχλούσης, ὡς ἔμπροσθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύσῃς
14. τούτους διοῖξαι μέγιστον τὸ στόμα καὶ καταστείλῃς τὴν
15. γλῶτταν, ὑπὲρ τοῦ κατασκέψασθαι τὰ κατὰ τὴν φάρυγγα,
16. τοιοῦτον οὐδένα παρὰ φύσιν ὄγκον, οἷον ἐπὶ τοῖς ἔμπροσθεν
17. εἰρημένοις, εὑρήσεις. ἔδειξε δὲ ὁ συγγραφεὺς τοῦτο διὰ τὸ
18. φάναι, καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται. τὸ γὰρ φλεγμαῖνον
1. ἐν τῷ πόρῳ τῆς φάρυγγος ἀόρατόν ἐστιν· ὅσον δ᾿ ὁρατὸν
2. ἀνοιξάντων, τοῦτο πᾶν ἀφλέγμαντόν τε καὶ ἰσχνὰ τὰ μόρια,
3. τὸ γὰρ ἰσχνὸν ἐνίοτε λέγεται πρὸς ἀντίθεσιν τῶν παρὰ
4. φύσιν ὀγκουμένων· ἔνιοι δὲ μὴ νοήσαντες τὸ σημαινόμενον
5. ἐκ τῆς ἰσχνὰ φωνῆς, ὅπως εἴρηται νῦν, ἐξηγοῦνται τὴν
6. λέξιν γελοίως, τινὲς δὲ καὶ κατασκευάζουσιν, ὥσπερ καὶ οἱ
7. οὕτω γράφοντες καὶ τὰ ὁρώμενα ἄχροα φαίνεται. τοῖς γε
8. μὴν οὕτω διακειμένοις ἐνίοτε τοῦ ῥεύματός τι καὶ εἰς τοὺς
9. πλησιάζοντας τῷ λάρυγγι μερίζεται μῦς ὄπισθεν αὐτοῦ τεταγμένους,
10. ἔνθα καὶ ὁ στόμαχος, ὃς καὶ αὐτὸς συνδιατίθεται
11. πολλάκις· μετὰ τοῦτο γοῦν ἐν τῇ προκειμένῃ ῥήσει καὶ
12. τοῦτο γέγραπται· καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ
13. τραχήλῳ ξυντείνεται καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι.
14. τὸ δ᾿ ἐφεξῆς εἰρημένον ἔτι καὶ μᾶλλον ἐνδείκνυται τὸ πεπονθέναι
15. τὸν λάρυγγα, δέδεικται γὰρ ἐν τούτῳ τοῦ ζώου
16. τῷ μορίῳ τῆς φωνῆς ἡ γένεσις ἀποτελεῖσθαι. διὰ τοῦτο
17. γοῦν ἔφη καὶ ἡ φωνὴ ἀπέῤῥωγε καὶ πνεῦμα σμικρόν. ἡ
1. μὲν γὰρ φωνὴ παντάπασιν ἀπέῤῥωγε, τουτέστιν ἀπόλλυται,
2. παθόντος, ὡς εἴρηται, τοῦ λάρυγγος. ἡ δ᾿ ἀναπνοὴ μικρὰ
3. γίγνεται διὰ τὴν στενοχωρίαν τοῦ πόρου, λέγεται δὲ ἐν τοῖς
4. περὶ δυσπνοίας ὅτι μακροτέρα τῷ χρόνῳ καὶ τοῖς διαλείμμασι
5. πυκνοτέρα. τοῦτο δ᾿ αὐτὸ ὁ συγγραφεὺς οὕτως ἡρμήνευσεν·
6. καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ
7. βιαίη παραγίνεται. πνεῦμα καὶ τὴν μετὰ τὴν εἰσπνοὴν
8. δευτέραν ἐκπνοὴν καὶ τὴν μετὰ τὴν ἐκπνοὴν δευτέραν εἰσπνοὴν
9. εἶπεν, ἑκατέρως γὰρ πυκνὸν γίγνεται τὸ πνεῦμα. καὶ
10. γὰρ ἡ μετὰ τὴν εἰσπνοὴν ἠρεμία βραχυχρόνιός ἐστι τοῖς
11. οὕτω διακειμένοις καὶ ἡ μετὰ τὴν ἐκπνοὴν πρὸ τῆς εἰσπνοῆς·
12. τὰς δ᾿ ἀποδείξεις τούτων ἐν τοῖς περὶ δυσπνοίας
13. ἔχεις εἰρημένας. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ
14. τὸν πνεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα
15. ἐπάγεσθαι· τοῖσι τοιουτέοισι δὲ ἢν μὴ εἰς τὰ ἔξω μέρεα
16. τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη
17. ἐστὶ καὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.
18. ἀλλὰ καὶ τὴν ἀρτηρίαν ἑλκοῦσθαι τοῖς οὕτω διακειμένοις
1. εἴρηται, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι.
2. τὸν δὲ πνεύμονα πίμπρασθαι στερούμενον ἔφη, συνάπτων τὸν
3. λόγον ἀληθεῖ δόγματι· δέδεικται γὰρ ἐν τῷ περὶ χρείας
4. ἀναπνοῆς οὐκ ἐνδείᾳ τῆς οὐσίας ἀπολλύμενον τὸ ζῶον ἐπὶ
5. τῇ στερήσει τῆς ἀναπνοῆς, ἀλλ᾿ ὅτι τὴν ἔμψυξίν τε καὶ
6. ῥίπισιν ἀπόλλυσι τὸ ἔμφυτον θερμόν. εἰκότως οὖν ἀμετρίας
7. ἐχόμενον πίμπρησι τὸν πνεύμονα. τοῦτο τοιγαροῦν τὸ τῆς
8. κυνάγχης εἶδος δεινότερόν τε καὶ ἀφυκτότερον εἶναί φησι
9. τοῦ προτέρου διά τε τὰ προειρημένα καὶ διὰ τὸ θερινήν
10. τε καὶ φθινοπωρινὴν ὥραν εἶναι, ὅτι τε δριμυτέροις ἐπιγίνεται
11. χυμοῖς. ἀμείνων οὖν ἐστιν ἡ μετὰ τοῦ καὶ συνδέσμου
12. γραφὴ τῆς ἄνευ τοῦ καὶ συνδέσμου· συνεμφαίνει δ᾿
13. ἐπὶ τοῖς προειρημένοις τὸ καὶ διὰ τὴν ὥραν ἐν ᾗ γίνεται
14. καὶ διὰ τὸν χυμὸν ὑφ᾿ οὗ χαλεπώτερον εἶναι τὸ εἶδος τὸ
15. δεύτερον τῆς συνάγχης· οὐχ ἁπλῶς οὖν εἶναι γραπτέον, ὅτι
16. δεινότερον καὶ ἀφυκτότερόν ἐστι διὰ τὴν ὥραν. εἰ δὲ καὶ
17. τὴν ἄνευ τοῦ συνδέσμου γραφὴν ἐθέλοι τις φυλάττειν, ἀναγκαῖον
18. ἔσται καὶ οὕτως προσυπακούειν αὐτὸν, ὡς εἰ καὶ κατὰ
1. τὴν λέξιν εἴρητο· πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν
2. τρόπον εὑρίσκεται παρὰ τοῖς παλαιοῖς γεγραμμένα.