17. Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ὁκόταν δὲ ἐς τὴν ὀσφὺν
18. βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ ἢ καθᾶραι φαρμάκῳ·
1. ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι
2. μελικρήτῳ, ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι
3. καὶ οἴνῳ ὑδαρεῖ εἰς νύκτα ὀλίγῳ, ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον.
4. ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν οὕτως ἢ
5. βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα,
6. ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίαν, εἶθ᾿ οὕτως κλύσματι
7. ὑπαγαγεῖν.
9. Πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ἀδιορίστως εἴρηται,
10. καίτοι διώρισται ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου τὸ γεγραμμένον
11. ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχρις οὗ καὶ τῶν
12. ἰχθύων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ ἔτι περὶ τῶν
13. νοσούντων ὁ λόγος αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν
14. ἀναλαμβανομένων ἐκ νόσου. τὰ δ᾿ ἄλλα τῆς ῥησέως δῆλα.