Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.32, ed. Kühn, 1828, vol. 15, p. 799-801. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.32


2. Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων
3. τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσῃς
4. ἐόντων μηδὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων
5. ἢ παυσαμένων καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν
6. δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο
7. μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι,
8. ἕως ἂν διαθερμανθῇ σφόδρα, εἶθ᾿ οὕτως τὸ
9. ξυμφέρον πρόσφερε. ὡς γὰρ ἐπιτοπολὺ σημεῖόν ἐστι μέλλοντος
10. παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δὲ ἐν
11. τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις·
12. τὸ γὰρ νόσημα αὐξήσεις οὐ μικρῶς. ὁκόταν δὲ ὁ
13. πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται
14. τοῦ ἄλλου σώματος. αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας
15. ἐξαπτόμενος ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν ἀναπέμπων
16. τὴν φλόγα· συνδεδραμηκότος δὲ ἅλεος τοῦ θερμοῦ ἅπαντος
17. ἄνω καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ
18. πόδες ψυχροὶ γίνονται, ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες·
1. ἔτι δὲ καὶ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων
2. ψύχονται, συναθροιζομένου τοῦ θερμοῦ εἰς τὸν θώρακα.
3. καὶ πάλιν ἀνάλογον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου,
4. ἐς τοὺς πόδας καταβαίνει· κατὰ τόνδε οὖν τὸν
5. χρόνον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. τουτέων εἵνεκεν
6. τουτέου προσαρτέον· ὅτι ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι,
7. θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν
8. καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος
9. διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν γνώμης καὶ
10. ἀλγήματα καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καὶ ἢν πονηρὰ ἐμέῃ,
11. ὀδυνῆται. θέρμης δὲ καταβάσης εἰς τοὺς πόδας καὶ οὔρου
12. διελθόντος, καὶ ἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε
13. οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος.

15. Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς εἴρηται μὲν
16. κᾀν τῷ γνησίῳ μέρει τοῦ βιβλίου διὰ βραχέων, οὐδὲν δ᾿ ἧττον
17. καὶ νῦν λέγεται διὰ μακροτέρων καὶ σαφεστέρων, ὥστ᾿
1. εἶναι τὸν λόγον τοῦτον ἐξήγησιν ἐκείνου, φυλαττομένης τῆς
2. Ἱπποκράτους γνώμης, ἣν ἔν τε τοῖς ἄλλοις εἴρηκε καὶ ἐν
3. τοῖς περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώρακος ἐξάπτεσθαι,
4. τουτέστιν ἐκ τῆς καρδίας, εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν
5. τὴν φλόγα.

Cliquer un n° de page pour en afficher l’image