8. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ,
9. τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων
10. κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε
11. ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι
12. δ᾿ οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει
13. ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ,
14. ὕδατι ψυχρῷ ἢ μελικράτῳ.
16. Τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταυτὸν σημαίνει·
17. πολλῶν δ᾿ οὐσῶν διαθέσεων, ἐφ᾿ αἷς συμβαίνει δι᾿
18. ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ
19. δυναμένων μίαν ἔχειν θεραπείαν, ὡς δέδεικται πολλάκις, οὐ
1. μόνον οὐδέν ἐστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστὸν, ἀλλὰ
2. καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς
3. θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα
4. παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν
5. τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετὸν,
6. ἡ τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη
7. δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ᾿ ὃν ἔμαθες
8. καιρὸν γιγνομένη.