11. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη
12. καὶ οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκίδας ἀφαιρέουσι
13. καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται
14. τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι
15. κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ
16. εἶναι. ἢν δὲ τῶν τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ συντήκῃ,
17. δοκέει μοὶ τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα
1. προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα, ἢ
2. καὶ στυπτικώτερα.
4. Ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ
5. τῆς ὑγρᾶς κοιλίας γίνεται μέν ποτε καὶ μετὰ φρενίτιδος,
6. οὐ μὴν ἴδιον ταύτης ἐστὶν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν
7. ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν
8. ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ᾿ οὗτος ἔγραψε θεραπείαν,
9. οὐδ᾿ ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν
10. μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν, ἐκ μὲν τοῦ
11. κατὰ κοιλίην ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν
12. ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας.
13. οὐκ ὀρθῶς δὲ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτα εἶναι, μᾶλλον
14. γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίγνονται, τῆς
15. γαστρὸς ἐπεχομένης.